Romans 9
[an error occurred while processing this directive] Parallel GRK [BSB CSB ESV HCS KJV ISV NAS NET NIV NLT GRK]
[an error occurred while processing this directive]Greek Study Bible
1[an error occurred while processing this directive]1Ἀλήθειαν λέγω ἐν Χριστῷ οὐ ψεύδομαι συμμαρτυρούσης μοι τῆς συνειδήσεώς μου ἐν Πνεύματι Ἁγίῳ
2[an error occurred while processing this directive]2ὅτι λύπη μοί ἐστιν μεγάλη καὶ ἀδιάλειπτος ὀδύνη τῇ καρδίᾳ μου
3[an error occurred while processing this directive]3ηὐχόμην γὰρ ἀνάθεμα εἶναι αὐτὸς ἐγὼ ἀπὸ τοῦ Χριστοῦ ὑπὲρ τῶν ἀδελφῶν μου τῶν συγγενῶν μου κατὰ σάρκα
4[an error occurred while processing this directive]4οἵτινές εἰσιν Ἰσραηλῖται ὧν υἱοθεσία καὶ δόξα καὶ αἱ διαθῆκαι καὶ νομοθεσία καὶ λατρεία καὶ αἱ ἐπαγγελίαι
5[an error occurred while processing this directive]5ὧν οἱ πατέρες καὶ ἐξ ὧν Χριστὸς τὸ κατὰ σάρκα ὢν ἐπὶ πάντων Θεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας ἀμήν
6[an error occurred while processing this directive]6Οὐχ οἷον δὲ ὅτι ἐκπέπτωκεν λόγος τοῦ Θεοῦ οὐ γὰρ πάντες οἱ ἐξ Ἰσραήλ οὗτοι Ἰσραήλ
7[an error occurred while processing this directive]7οὐδ’ ὅτι εἰσὶν σπέρμα Ἀβραάμ πάντες τέκνα ἀλλ’ Ἐν Ἰσαὰκ κληθήσεταί σοι σπέρμα
8[an error occurred while processing this directive]8τοῦτ’ ἔστιν οὐ τὰ τέκνα τῆς σαρκὸς ταῦτα τέκνα τοῦ Θεοῦ ἀλλὰ τὰ τέκνα τῆς ἐπαγγελίας λογίζεται εἰς σπέρμα
9[an error occurred while processing this directive]9ἐπαγγελίας γὰρ λόγος οὗτος Κατὰ τὸν καιρὸν τοῦτον ἐλεύσομαι καὶ ἔσται τῇ Σάρρᾳ υἱός
10[an error occurred while processing this directive]10Οὐ μόνον δέ ἀλλὰ καὶ Ῥεβέκκα ἐξ ἑνὸς κοίτην ἔχουσα Ἰσαὰκ τοῦ πατρὸς ἡμῶν
11[an error occurred while processing this directive]11μήπω γὰρ γεννηθέντων μηδὲ πραξάντων τι ἀγαθὸν φαῦλον ἵνα κατ’ ἐκλογὴν πρόθεσις τοῦ Θεοῦ μένῃ
12[an error occurred while processing this directive]12οὐκ ἐξ ἔργων ἀλλ’ ἐκ τοῦ καλοῦντος ἐρρέθη αὐτῇ ὅτι μείζων δουλεύσει τῷ ἐλάσσονι
13[an error occurred while processing this directive]13καθὼς* γέγραπται Τὸν Ἰακὼβ ἠγάπησα τὸν δὲ Ἠσαῦ ἐμίσησα
14[an error occurred while processing this directive]14Τί οὖν ἐροῦμεν μὴ ἀδικία παρὰ τῷ θεῷ μὴ γένοιτο
15[an error occurred while processing this directive]15τῷ Μωϋσεῖ γὰρ λέγει Ἐλεήσω ὃν ἂν ἐλεῶ καὶ οἰκτιρήσω* ὃν ἂν οἰκτίρω*
16[an error occurred while processing this directive]16Ἄρα οὖν οὐ τοῦ θέλοντος οὐδὲ τοῦ τρέχοντος ἀλλὰ τοῦ ἐλεῶντος Θεοῦ
17[an error occurred while processing this directive]17λέγει γὰρ γραφὴ τῷ Φαραὼ ὅτι Εἰς αὐτὸ τοῦτο ἐξήγειρά σε ὅπως ἐνδείξωμαι ἐν σοὶ τὴν δύναμίν μου καὶ ὅπως διαγγελῇ τὸ ὄνομά μου ἐν πάσῃ τῇ γῇ
18[an error occurred while processing this directive]18ἄρα οὖν ὃν θέλει ἐλεεῖ ὃν δὲ θέλει σκληρύνει
19[an error occurred while processing this directive]19Ἐρεῖς μοι οὖν Τί ‹οὖν› ἔτι μέμφεται τῷ γὰρ βουλήματι αὐτοῦ τίς ἀνθέστηκεν
20[an error occurred while processing this directive]20 ἄνθρωπε μενοῦνγε σὺ τίς εἶ ἀνταποκρινόμενος τῷ Θεῷ μὴ ἐρεῖ τὸ πλάσμα τῷ πλάσαντι Τί με ἐποίησας οὕτως
21[an error occurred while processing this directive]21 οὐκ ἔχει ἐξουσίαν κεραμεὺς τοῦ πηλοῦ ἐκ τοῦ αὐτοῦ φυράματος ποιῆσαι μὲν εἰς τιμὴν σκεῦος δὲ εἰς ἀτιμίαν
22[an error occurred while processing this directive]22Εἰ δὲ θέλων Θεὸς ἐνδείξασθαι τὴν ὀργὴν καὶ γνωρίσαι τὸ δυνατὸν αὐτοῦ ἤνεγκεν ἐν πολλῇ μακροθυμίᾳ σκεύη ὀργῆς κατηρτισμένα εἰς ἀπώλειαν
23[an error occurred while processing this directive]23καὶ ἵνα γνωρίσῃ τὸν πλοῦτον τῆς δόξης αὐτοῦ ἐπὶ σκεύη ἐλέους προητοίμασεν εἰς δόξαν
24[an error occurred while processing this directive]24οὓς καὶ ἐκάλεσεν ἡμᾶς οὐ μόνον ἐξ Ἰουδαίων ἀλλὰ καὶ ἐξ ἐθνῶν
25[an error occurred while processing this directive]25ὡς καὶ ἐν τῷ Ὡσηὲ λέγει Καλέσω τὸν οὐ λαόν μου λαόν μου καὶ τὴν οὐκ ἠγαπημένην ἠγαπημένην
26[an error occurred while processing this directive]26Καὶ Ἔσται ἐν τῷ τόπῳ οὗ ἐρρέθη αὐτοῖς Οὐ λαός μου ὑμεῖς ἐκεῖ κληθήσονται Υἱοὶ Θεοῦ ζῶντος
27[an error occurred while processing this directive]27Ἠσαΐας δὲ κράζει ὑπὲρ τοῦ Ἰσραήλ Ἐὰν ἀριθμὸς τῶν υἱῶν Ἰσραὴλ ὡς ἄμμος τῆς θαλάσσης τὸ ὑπόλειμμα σωθήσεται
28[an error occurred while processing this directive]28λόγον γὰρ συντελῶν καὶ συντέμνων ποιήσει Κύριος ἐπὶ τῆς γῆς
29[an error occurred while processing this directive]29Καὶ καθὼς προείρηκεν Ἠσαΐας Εἰ μὴ Κύριος Σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα ὡς Σόδομα ἂν ἐγενήθημεν καὶ ὡς Γόμορρα ἂν ὡμοιώθημεν
30[an error occurred while processing this directive]30Τί οὖν ἐροῦμεν ὅτι ἔθνη τὰ μὴ διώκοντα δικαιοσύνην κατέλαβεν δικαιοσύνην δικαιοσύνην δὲ τὴν ἐκ πίστεως
31[an error occurred while processing this directive]31Ἰσραὴλ δὲ διώκων νόμον δικαιοσύνης εἰς νόμον οὐκ ἔφθασεν
32[an error occurred while processing this directive]32διὰ τί ὅτι οὐκ ἐκ πίστεως ἀλλ’ ὡς ἐξ ἔργων προσέκοψαν τῷ λίθῳ τοῦ προσκόμματος
33[an error occurred while processing this directive]33καθὼς γέγραπται Ἰδοὺ τίθημι ἐν Σιὼν λίθον προσκόμματος καὶ πέτραν σκανδάλου καὶ πιστεύων ἐπ’ αὐτῷ οὐ καταισχυνθήσεται
[an error occurred while processing this directive]Greek and Hebrew Study Bible courtesy Bible Hub and the Discovery Bible team.
Romans 8
Top of Page
Top of Page