Romans 2
[an error occurred while processing this directive] Parallel GRK [BSB CSB ESV HCS KJV ISV NAS NET NIV NLT GRK]
[an error occurred while processing this directive]Greek Study Bible
1[an error occurred while processing this directive]1Διὸ ἀναπολόγητος εἶ ἄνθρωπε πᾶς κρίνων ἐν γὰρ κρίνεις τὸν ἕτερον σεαυτὸν κατακρίνεις τὰ γὰρ αὐτὰ πράσσεις κρίνων
2[an error occurred while processing this directive]2οἴδαμεν δὲ ὅτι τὸ κρίμα τοῦ Θεοῦ ἐστιν κατὰ ἀλήθειαν ἐπὶ τοὺς τὰ τοιαῦτα πράσσοντας
3[an error occurred while processing this directive]3λογίζῃ δὲ τοῦτο ἄνθρωπε κρίνων τοὺς τὰ τοιαῦτα πράσσοντας καὶ ποιῶν αὐτά ὅτι σὺ ἐκφεύξῃ τὸ κρίμα τοῦ Θεοῦ
4[an error occurred while processing this directive]4 τοῦ πλούτου τῆς χρηστότητος αὐτοῦ καὶ τῆς ἀνοχῆς καὶ τῆς μακροθυμίας καταφρονεῖς ἀγνοῶν ὅτι τὸ χρηστὸν τοῦ Θεοῦ εἰς μετάνοιάν σε ἄγει
5[an error occurred while processing this directive]5Κατὰ δὲ τὴν σκληρότητά σου καὶ ἀμετανόητον καρδίαν θησαυρίζεις σεαυτῷ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς καὶ ἀποκαλύψεως δικαιοκρισίας τοῦ Θεοῦ
6[an error occurred while processing this directive]6ὃς Ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ
7[an error occurred while processing this directive]7τοῖς μὲν καθ’ ὑπομονὴν ἔργου ἀγαθοῦ δόξαν καὶ τιμὴν καὶ ἀφθαρσίαν ζητοῦσιν ζωὴν αἰώνιον
8[an error occurred while processing this directive]8τοῖς δὲ ἐξ ἐριθείας καὶ ἀπειθοῦσι τῇ ἀληθείᾳ πειθομένοις δὲ τῇ ἀδικίᾳ ὀργὴ καὶ θυμός
9[an error occurred while processing this directive]9θλῖψις καὶ στενοχωρία ἐπὶ πᾶσαν ψυχὴν ἀνθρώπου τοῦ κατεργαζομένου τὸ κακόν Ἰουδαίου τε πρῶτον καὶ Ἕλληνος
10[an error occurred while processing this directive]10δόξα δὲ καὶ τιμὴ καὶ εἰρήνη παντὶ τῷ ἐργαζομένῳ τὸ ἀγαθόν Ἰουδαίῳ τε πρῶτον καὶ Ἕλληνι
11[an error occurred while processing this directive]11οὐ γάρ ἐστιν προσωπολημψία παρὰ τῷ Θεῷ
12[an error occurred while processing this directive]12Ὅσοι γὰρ ἀνόμως ἥμαρτον ἀνόμως καὶ ἀπολοῦνται καὶ ὅσοι ἐν νόμῳ ἥμαρτον διὰ νόμου κριθήσονται
13[an error occurred while processing this directive]13οὐ γὰρ οἱ ἀκροαταὶ νόμου δίκαιοι παρὰ τῷ Θεῷ ἀλλ’ οἱ ποιηταὶ νόμου δικαιωθήσονται
14[an error occurred while processing this directive]14Ὅταν γὰρ ἔθνη τὰ μὴ νόμον ἔχοντα φύσει τὰ τοῦ νόμου ποιῶσιν οὗτοι νόμον μὴ ἔχοντες ἑαυτοῖς εἰσιν νόμος
15[an error occurred while processing this directive]15οἵτινες ἐνδείκνυνται τὸ ἔργον τοῦ νόμου γραπτὸν ἐν ταῖς καρδίαις αὐτῶν συμμαρτυρούσης αὐτῶν τῆς συνειδήσεως καὶ μεταξὺ ἀλλήλων τῶν λογισμῶν κατηγορούντων καὶ ἀπολογουμένων
16[an error occurred while processing this directive]16ἐν 〈ᾗ〉 ἡμέρᾳ ‹ὅτε› κρίνει Θεὸς τὰ κρυπτὰ τῶν ἀνθρώπων κατὰ τὸ εὐαγγέλιόν μου διὰ Χριστοῦ Ἰησοῦ
17[an error occurred while processing this directive]17Εἰ δὲ σὺ Ἰουδαῖος ἐπονομάζῃ καὶ ἐπαναπαύῃ νόμῳ καὶ καυχᾶσαι ἐν Θεῷ
18[an error occurred while processing this directive]18καὶ γινώσκεις τὸ θέλημα καὶ δοκιμάζεις τὰ διαφέροντα κατηχούμενος ἐκ τοῦ νόμου
19[an error occurred while processing this directive]19πέποιθάς τε σεαυτὸν ὁδηγὸν εἶναι τυφλῶν φῶς τῶν ἐν σκότει
20[an error occurred while processing this directive]20παιδευτὴν ἀφρόνων διδάσκαλον νηπίων ἔχοντα τὴν μόρφωσιν τῆς γνώσεως καὶ τῆς ἀληθείας ἐν τῷ νόμῳ
21[an error occurred while processing this directive]21 οὖν διδάσκων ἕτερον σεαυτὸν οὐ διδάσκεις κηρύσσων μὴ κλέπτειν κλέπτεις
22[an error occurred while processing this directive]22 λέγων μὴ μοιχεύειν μοιχεύεις βδελυσσόμενος τὰ εἴδωλα ἱεροσυλεῖς
23[an error occurred while processing this directive]23ὃς ἐν νόμῳ καυχᾶσαι διὰ τῆς παραβάσεως τοῦ νόμου τὸν Θεὸν ἀτιμάζεις
24[an error occurred while processing this directive]24τὸ γὰρ Ὄνομα τοῦ Θεοῦ δι’ ὑμᾶς βλασφημεῖται ἐν τοῖς ἔθνεσιν καθὼς γέγραπται
25[an error occurred while processing this directive]25Περιτομὴ μὲν γὰρ ὠφελεῖ ἐὰν νόμον πράσσῃς ἐὰν δὲ παραβάτης νόμου ᾖς περιτομή σου ἀκροβυστία γέγονεν
26[an error occurred while processing this directive]26ἐὰν οὖν ἀκροβυστία τὰ δικαιώματα τοῦ νόμου φυλάσσῃ οὐχ ἀκροβυστία αὐτοῦ εἰς περιτομὴν λογισθήσεται
27[an error occurred while processing this directive]27καὶ κρινεῖ ἐκ φύσεως ἀκροβυστία τὸν νόμον τελοῦσα σὲ τὸν διὰ γράμματος καὶ περιτομῆς παραβάτην νόμου
28[an error occurred while processing this directive]28Οὐ γὰρ ἐν τῷ φανερῷ Ἰουδαῖός ἐστιν οὐδὲ ἐν τῷ φανερῷ ἐν σαρκὶ περιτομή
29[an error occurred while processing this directive]29ἀλλ’ ἐν τῷ κρυπτῷ Ἰουδαῖος καὶ περιτομὴ καρδίας ἐν πνεύματι οὐ γράμματι οὗ ἔπαινος οὐκ ἐξ ἀνθρώπων ἀλλ’ ἐκ τοῦ Θεοῦ
[an error occurred while processing this directive]Greek and Hebrew Study Bible courtesy Bible Hub and the Discovery Bible team.
Romans 1
Top of Page
Top of Page