Matthew 23
[an error occurred while processing this directive] Parallel GRK [BSB CSB ESV HCS KJV ISV NAS NET NIV NLT GRK]
[an error occurred while processing this directive]Greek Study Bible
1[an error occurred while processing this directive]1Τότε Ἰησοῦς ἐλάλησεν τοῖς ὄχλοις καὶ τοῖς μαθηταῖς αὐτοῦ
2[an error occurred while processing this directive]2λέγων Ἐπὶ τῆς Μωϋσέως καθέδρας ἐκάθισαν οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι
3[an error occurred while processing this directive]3πάντα οὖν ὅσα ἐὰν εἴπωσιν ὑμῖν ποιήσατε καὶ τηρεῖτε κατὰ δὲ τὰ ἔργα αὐτῶν μὴ ποιεῖτε λέγουσιν γὰρ καὶ οὐ ποιοῦσιν
4[an error occurred while processing this directive]4δεσμεύουσιν δὲ φορτία βαρέα [καὶ δυσβάστακτα] καὶ ἐπιτιθέασιν ἐπὶ τοὺς ὤμους τῶν ἀνθρώπων αὐτοὶ δὲ τῷ δακτύλῳ αὐτῶν οὐ θέλουσιν κινῆσαι αὐτά
5[an error occurred while processing this directive]5Πάντα δὲ τὰ ἔργα αὐτῶν ποιοῦσιν πρὸς τὸ θεαθῆναι τοῖς ἀνθρώποις πλατύνουσιν γὰρ τὰ φυλακτήρια αὐτῶν καὶ μεγαλύνουσιν τὰ κράσπεδα
6[an error occurred while processing this directive]6φιλοῦσιν δὲ τὴν πρωτοκλισίαν ἐν τοῖς δείπνοις καὶ τὰς πρωτοκαθεδρίας ἐν ταῖς συναγωγαῖς
7[an error occurred while processing this directive]7καὶ τοὺς ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς καὶ καλεῖσθαι ὑπὸ τῶν ἀνθρώπων Ῥαββί
8[an error occurred while processing this directive]8Ὑμεῖς δὲ μὴ κληθῆτε Ῥαββί εἷς γάρ ἐστιν ὑμῶν διδάσκαλος πάντες δὲ ὑμεῖς ἀδελφοί ἐστε
9[an error occurred while processing this directive]9καὶ πατέρα μὴ καλέσητε ὑμῶν ἐπὶ τῆς γῆς εἷς γάρ ἐστιν ὑμῶν Πατὴρ οὐράνιος
10[an error occurred while processing this directive]10μηδὲ κληθῆτε καθηγηταί ὅτι καθηγητὴς ὑμῶν ἐστιν εἷς Χριστός
11[an error occurred while processing this directive]11 δὲ μείζων ὑμῶν ἔσται ὑμῶν διάκονος
12[an error occurred while processing this directive]12Ὅστις δὲ ὑψώσει ἑαυτὸν ταπεινωθήσεται καὶ ὅστις ταπεινώσει ἑαυτὸν ὑψωθήσεται
13[an error occurred while processing this directive]13Οὐαὶ δὲ ὑμῖν γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί ὅτι κλείετε τὴν βασιλείαν τῶν οὐρανῶν ἔμπροσθεν τῶν ἀνθρώπων ὑμεῖς γὰρ οὐκ εἰσέρχεσθε οὐδὲ τοὺς εἰσερχομένους ἀφίετε εἰσελθεῖν
14[an error occurred while processing this directive]14{Οὐαὶ ὑμῖν γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί ὅτι κατεσθίετε τὰς οἰκίας τῶν χηρῶν καὶ προφάσει μακρὰ προσευχόμενοι διὰ τοῦτο λήψεσθε περισσότερον κρίμα}
15[an error occurred while processing this directive]15Οὐαὶ ὑμῖν γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί ὅτι περιάγετε τὴν θάλασσαν καὶ τὴν ξηρὰν ποιῆσαι ἕνα προσήλυτον καὶ ὅταν γένηται ποιεῖτε αὐτὸν υἱὸν γεέννης διπλότερον ὑμῶν
16[an error occurred while processing this directive]16Οὐαὶ ὑμῖν ὁδηγοὶ τυφλοὶ οἱ λέγοντες Ὃς ἂν ὀμόσῃ ἐν τῷ ναῷ οὐδέν ἐστιν ὃς δ’ ἂν ὀμόσῃ ἐν τῷ χρυσῷ τοῦ ναοῦ ὀφείλει
17[an error occurred while processing this directive]17μωροὶ καὶ τυφλοί τίς γὰρ μείζων ἐστίν χρυσὸς ναὸς ἁγιάσας τὸν χρυσόν
18[an error occurred while processing this directive]18καί Ὃς ἂν ὀμόσῃ ἐν τῷ θυσιαστηρίῳ οὐδέν ἐστιν ὃς δ’ ἂν ὀμόσῃ ἐν τῷ δώρῳ τῷ ἐπάνω αὐτοῦ ὀφείλει
19[an error occurred while processing this directive]19τυφλοί τί γὰρ μεῖζον τὸ δῶρον τὸ θυσιαστήριον τὸ ἁγιάζον τὸ δῶρον
20[an error occurred while processing this directive]20 οὖν ὀμόσας ἐν τῷ θυσιαστηρίῳ ὀμνύει ἐν αὐτῷ καὶ ἐν πᾶσι τοῖς ἐπάνω αὐτοῦ
21[an error occurred while processing this directive]21καὶ ὀμόσας ἐν τῷ ναῷ ὀμνύει ἐν αὐτῷ καὶ ἐν τῷ κατοικοῦντι αὐτόν
22[an error occurred while processing this directive]22καὶ ὀμόσας ἐν τῷ οὐρανῷ ὀμνύει ἐν τῷ θρόνῳ τοῦ Θεοῦ καὶ ἐν τῷ καθημένῳ ἐπάνω αὐτοῦ
23[an error occurred while processing this directive]23Οὐαὶ ὑμῖν γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί ὅτι ἀποδεκατοῦτε τὸ ἡδύοσμον καὶ τὸ ἄνηθον καὶ τὸ κύμινον καὶ ἀφήκατε τὰ βαρύτερα τοῦ νόμου τὴν κρίσιν καὶ τὸ ἔλεος καὶ τὴν πίστιν ταῦτα δὲ ἔδει ποιῆσαι κἀκεῖνα μὴ ἀφιέναι*
24[an error occurred while processing this directive]24ὁδηγοὶ τυφλοί οἱ διϋλίζοντες τὸν κώνωπα τὴν δὲ κάμηλον καταπίνοντες
25[an error occurred while processing this directive]25Οὐαὶ ὑμῖν γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί ὅτι καθαρίζετε τὸ ἔξωθεν τοῦ ποτηρίου καὶ τῆς παροψίδος ἔσωθεν δὲ γέμουσιν ἐξ ἁρπαγῆς καὶ ἀκρασίας
26[an error occurred while processing this directive]26Φαρισαῖε τυφλέ καθάρισον πρῶτον τὸ ἐντὸς τοῦ ποτηρίου ‹καὶ τῆς παροψίδος› ἵνα γένηται καὶ τὸ ἐκτὸς αὐτοῦ καθαρόν
27[an error occurred while processing this directive]27Οὐαὶ ὑμῖν γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί ὅτι παρομοιάζετε τάφοις κεκονιαμένοις οἵτινες ἔξωθεν μὲν φαίνονται ὡραῖοι ἔσωθεν δὲ γέμουσιν ὀστέων νεκρῶν καὶ πάσης ἀκαθαρσίας
28[an error occurred while processing this directive]28οὕτως καὶ ὑμεῖς ἔξωθεν μὲν φαίνεσθε τοῖς ἀνθρώποις δίκαιοι ἔσωθεν δέ ἐστε μεστοὶ ὑποκρίσεως καὶ ἀνομίας
29[an error occurred while processing this directive]29Οὐαὶ ὑμῖν γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί ὅτι οἰκοδομεῖτε τοὺς τάφους τῶν προφητῶν καὶ κοσμεῖτε τὰ μνημεῖα τῶν δικαίων
30[an error occurred while processing this directive]30καὶ λέγετε Εἰ ἤμεθα ἐν ταῖς ἡμέραις τῶν πατέρων ἡμῶν οὐκ ἂν ἤμεθα αὐτῶν κοινωνοὶ ἐν τῷ αἵματι τῶν προφητῶν
31[an error occurred while processing this directive]31ὥστε μαρτυρεῖτε ἑαυτοῖς ὅτι υἱοί ἐστε τῶν φονευσάντων τοὺς προφήτας
32[an error occurred while processing this directive]32καὶ ὑμεῖς πληρώσατε τὸ μέτρον τῶν πατέρων ὑμῶν
33[an error occurred while processing this directive]33ὄφεις γεννήματα ἐχιδνῶν πῶς φύγητε ἀπὸ τῆς κρίσεως τῆς γεέννης
34[an error occurred while processing this directive]34Διὰ τοῦτο ἰδοὺ ἐγὼ ἀποστέλλω πρὸς ὑμᾶς προφήτας καὶ σοφοὺς καὶ γραμματεῖς ἐξ αὐτῶν ἀποκτενεῖτε καὶ σταυρώσετε καὶ ἐξ αὐτῶν μαστιγώσετε ἐν ταῖς συναγωγαῖς ὑμῶν καὶ διώξετε ἀπὸ πόλεως εἰς πόλιν
35[an error occurred while processing this directive]35ὅπως ἔλθῃ ἐφ’ ὑμᾶς πᾶν αἷμα δίκαιον ἐκχυννόμενον ἐπὶ τῆς γῆς ἀπὸ τοῦ αἵματος Ἅβελ τοῦ δικαίου ἕως τοῦ αἵματος Ζαχαρίου υἱοῦ Βαραχίου ὃν ἐφονεύσατε μεταξὺ τοῦ ναοῦ καὶ τοῦ θυσιαστηρίου
36[an error occurred while processing this directive]36ἀμὴν λέγω ὑμῖν ἥξει ταῦτα πάντα ἐπὶ τὴν γενεὰν ταύτην
37[an error occurred while processing this directive]37Ἰερουσαλὴμ Ἰερουσαλήμ ἀποκτείνουσα τοὺς προφήτας καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένους πρὸς αὐτήν ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα σου ὃν τρόπον ὄρνις ἐπισυνάγει τὰ νοσσία αὐτῆς ὑπὸ τὰς πτέρυγας καὶ οὐκ ἠθελήσατε
38[an error occurred while processing this directive]38ἰδοὺ ἀφίεται ὑμῖν οἶκος ὑμῶν ‹ἔρημος›
39[an error occurred while processing this directive]39λέγω γὰρ ὑμῖν οὐ μή με ἴδητε ἀπ’ ἄρτι ἕως ἂν εἴπητε Εὐλογημένος ἐρχόμενος ἐν ὀνόματι Κυρίου
[an error occurred while processing this directive]Greek and Hebrew Study Bible courtesy Bible Hub and the Discovery Bible team.
Matthew 22
Top of Page
Top of Page