Matthew 19:11-30Hebrew & Greek Study Bible Hebrew & Greek Study Bible ▾ AMP · Amplified Bible ASV · American Standard Version BAB · Berean Annotated Bible BLB · Berean Literal Bible BSB · Berean Standard Bible BSB STRONGS · BSB with Strong's CPDV · Catholic Public Domain Version CSB · Christian Standard Bible DRB · Douay-Rheims Bible ERV · English Revised Version ESV · English Standard Version GWT · God's Word Translation HCSB · Holman Christian Standard Bible HCSB STRONGS · HCSB with Strong's ISV · Intl. Standard Version KJV · King James Version KJV STRONGS · KJV with Strong's LSB · Legacy Standard Bible LSV · Literal Standard Version MSB · Majority Standard Bible NABRE · New American Bible Revised NASB · New American Standard Bible NASB77 · New American Standard 1977 NASB95 · New American Standard 1995 NASB95 STRONGS · NASB95 with Strong's NET · New English Translation NHEB · New Heart English Bible NIV · New International Version NKJV · New King James Version NLT · New Living Translation NRSVCE · NRSV Catholic Edition SLT · Smith's Literal Translation STUDY · Hebrew & Greek Study Bible WBT · Webster's Bible Translation WEB · World English Bible YLT · Young's Literal Translation YLT STRONGS · YLT with Strong's Par ▾ 11 Ὁ δὲ εἶπεν αὐτοῖς Οὐ πάντες χωροῦσιν τὸν λόγον τοῦτον ἀλλ’ οἷς δέδοται12 εἰσὶν γὰρ εὐνοῦχοι οἵτινες ἐκ κοιλίας μητρὸς ἐγεννήθησαν οὕτως καὶ εἰσὶν εὐνοῦχοι οἵτινες εὐνουχίσθησαν ὑπὸ τῶν ἀνθρώπων καὶ εἰσὶν εὐνοῦχοι οἵτινες εὐνούχισαν ἑαυτοὺς διὰ τὴν βασιλείαν τῶν οὐρανῶν ὁ δυνάμενος χωρεῖν χωρείτω13 Τότε προσηνέχθησαν αὐτῷ παιδία ἵνα τὰς χεῖρας ἐπιθῇ αὐτοῖς καὶ προσεύξηται οἱ δὲ μαθηταὶ ἐπετίμησαν αὐτοῖς14 ὁ δὲ Ἰησοῦς εἶπεν Ἄφετε τὰ παιδία καὶ μὴ κωλύετε αὐτὰ ἐλθεῖν πρός με τῶν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν15 καὶ ἐπιθεὶς τὰς χεῖρας αὐτοῖς ἐπορεύθη ἐκεῖθεν16 Καὶ ἰδοὺ εἷς προσελθὼν αὐτῷ εἶπεν Διδάσκαλε τί ἀγαθὸν ποιήσω ἵνα σχῶ ζωὴν αἰώνιον17 Ὁ δὲ εἶπεν αὐτῷ Τί με ἐρωτᾷς περὶ τοῦ ἀγαθοῦ εἷς ἐστιν ὁ ἀγαθός εἰ δὲ θέλεις εἰς τὴν ζωὴν εἰσελθεῖν τήρησον* τὰς ἐντολάς18 Λέγει αὐτῷ Ποίας Ὁ δὲ Ἰησοῦς εἶπεν* Τὸ Οὐ φονεύσεις Οὐ μοιχεύσεις Οὐ κλέψεις Οὐ ψευδομαρτυρήσεις19 Τίμα τὸν πατέρα καὶ τὴν μητέρα καὶ Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν20 Λέγει αὐτῷ ὁ νεανίσκος Ταῦτα πάντα ἐφύλαξα τί ἔτι ὑστερῶ21 Ἔφη αὐτῷ ὁ Ἰησοῦς Εἰ θέλεις τέλειος εἶναι ὕπαγε πώλησόν σου τὰ ὑπάρχοντα καὶ δὸς [τοῖς] πτωχοῖς καὶ ἕξεις θησαυρὸν ἐν οὐρανοῖς καὶ δεῦρο ἀκολούθει μοι22 Ἀκούσας δὲ ὁ νεανίσκος τὸν λόγον (τοῦτον) ἀπῆλθεν λυπούμενος ἦν γὰρ ἔχων κτήματα πολλά23 Ὁ δὲ Ἰησοῦς εἶπεν τοῖς μαθηταῖς αὐτοῦ Ἀμὴν λέγω ὑμῖν ὅτι πλούσιος δυσκόλως εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν24 πάλιν δὲ λέγω ὑμῖν εὐκοπώτερόν ἐστιν κάμηλον διὰ τρυπήματος ῥαφίδος εἰσελθεῖν ἢ πλούσιον [εἰσελθεῖν] εἰς τὴν βασιλείαν τοῦ Θεοῦ25 Ἀκούσαντες δὲ οἱ μαθηταὶ ἐξεπλήσσοντο σφόδρα λέγοντες Τίς ἄρα δύναται σωθῆναι26 Ἐμβλέψας δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς Παρὰ ἀνθρώποις τοῦτο ἀδύνατόν ἐστιν παρὰ δὲ Θεῷ πάντα δυνατά27 Τότε ἀποκριθεὶς ὁ Πέτρος εἶπεν αὐτῷ Ἰδοὺ ἡμεῖς ἀφήκαμεν πάντα καὶ ἠκολουθήσαμέν σοι τί ἄρα ἔσται ἡμῖν28 Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς Ἀμὴν λέγω ὑμῖν ὅτι ὑμεῖς οἱ ἀκολουθήσαντές μοι ἐν τῇ παλινγενεσίᾳ ὅταν καθίσῃ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐπὶ θρόνου δόξης αὐτοῦ καθήσεσθε καὶ ὑμεῖς* ἐπὶ δώδεκα θρόνους κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ29 καὶ πᾶς ὅστις ἀφῆκεν οἰκίας ἢ ἀδελφοὺς ἢ ἀδελφὰς ἢ πατέρα ἢ μητέρα ‹ἢ γυναῖκα› ἢ τέκνα ἢ ἀγροὺς ἕνεκεν τοῦ μου* ὀνόματός ἑκατονταπλασίονα* λήμψεται καὶ ζωὴν αἰώνιον κληρονομήσει30 Πολλοὶ δὲ ἔσονται πρῶτοι ἔσχατοι καὶ ἔσχατοι πρῶτοι ← Show Verses 1 - 10 Full chapter Parallel translations Study & commentary Cross-references Matthew 19:11-30, Hebrew & Greek Study Bible. Public domain.