John 16
[an error occurred while processing this directive] Parallel GRK [BSB CSB ESV HCS KJV ISV NAS NET NIV NLT GRK]
[an error occurred while processing this directive]Greek Study Bible
1[an error occurred while processing this directive]1Ταῦτα λελάληκα ὑμῖν ἵνα μὴ σκανδαλισθῆτε
2[an error occurred while processing this directive]2ἀποσυναγώγους ποιήσουσιν ὑμᾶς ἀλλ’ ἔρχεται ὥρα ἵνα πᾶς ἀποκτείνας ὑμᾶς δόξῃ λατρείαν προσφέρειν τῷ Θεῷ
3[an error occurred while processing this directive]3καὶ ταῦτα ποιήσουσιν ὅτι οὐκ ἔγνωσαν τὸν Πατέρα οὐδὲ ἐμέ
4[an error occurred while processing this directive]4ἀλλὰ ταῦτα λελάληκα ὑμῖν ἵνα ὅταν ἔλθῃ ὥρα αὐτῶν μνημονεύητε αὐτῶν ὅτι ἐγὼ εἶπον ὑμῖν ταῦτα δὲ ὑμῖν ἐξ ἀρχῆς οὐκ εἶπον ὅτι μεθ’ ὑμῶν ἤμην
5[an error occurred while processing this directive]5Νῦν δὲ ὑπάγω πρὸς τὸν πέμψαντά με καὶ οὐδεὶς ἐξ ὑμῶν ἐρωτᾷ με Ποῦ ὑπάγεις
6[an error occurred while processing this directive]6ἀλλ’ ὅτι ταῦτα λελάληκα ὑμῖν λύπη πεπλήρωκεν ὑμῶν τὴν καρδίαν
7[an error occurred while processing this directive]7ἀλλ’ ἐγὼ τὴν ἀλήθειαν λέγω ὑμῖν συμφέρει ὑμῖν ἵνα ἐγὼ ἀπέλθω ἐὰν γὰρ μὴ ἀπέλθω Παράκλητος οὐ μὴ ἔλθῃ πρὸς ὑμᾶς ἐὰν δὲ πορευθῶ πέμψω αὐτὸν πρὸς ὑμᾶς
8[an error occurred while processing this directive]8Καὶ ἐλθὼν ἐκεῖνος ἐλέγξει τὸν κόσμον περὶ ἁμαρτίας καὶ περὶ δικαιοσύνης καὶ περὶ κρίσεως
9[an error occurred while processing this directive]9περὶ ἁμαρτίας μέν ὅτι οὐ πιστεύουσιν εἰς ἐμέ
10[an error occurred while processing this directive]10περὶ δικαιοσύνης δέ ὅτι πρὸς τὸν Πατέρα ὑπάγω καὶ οὐκέτι θεωρεῖτέ με
11[an error occurred while processing this directive]11περὶ δὲ κρίσεως ὅτι ἄρχων τοῦ κόσμου τούτου κέκριται
12[an error occurred while processing this directive]12Ἔτι πολλὰ ἔχω ὑμῖν λέγειν ἀλλ’ οὐ δύνασθε βαστάζειν ἄρτι
13[an error occurred while processing this directive]13ὅταν δὲ ἔλθῃ ἐκεῖνος τὸ Πνεῦμα τῆς ἀληθείας ὁδηγήσει ὑμᾶς ἐν* τῇ* ἀληθείᾳ* πάσῃ* οὐ γὰρ λαλήσει ἀφ’ ἑαυτοῦ ἀλλ’ ὅσα ἀκούσει* λαλήσει καὶ τὰ ἐρχόμενα ἀναγγελεῖ ὑμῖν
14[an error occurred while processing this directive]14ἐκεῖνος ἐμὲ δοξάσει ὅτι ἐκ τοῦ ἐμοῦ λήμψεται καὶ ἀναγγελεῖ ὑμῖν
15[an error occurred while processing this directive]15πάντα ὅσα ἔχει Πατὴρ ἐμά ἐστιν διὰ τοῦτο εἶπον ὅτι ἐκ τοῦ ἐμοῦ λαμβάνει καὶ ἀναγγελεῖ ὑμῖν
16[an error occurred while processing this directive]16Μικρὸν καὶ οὐκέτι θεωρεῖτέ με καὶ πάλιν μικρὸν καὶ ὄψεσθέ με ⧼ὅτι ὑπάγω πρὸς τὸν πατέρα⧽
17[an error occurred while processing this directive]17Εἶπαν οὖν ἐκ τῶν μαθητῶν αὐτοῦ πρὸς ἀλλήλους Τί ἐστιν τοῦτο λέγει ἡμῖν Μικρὸν καὶ οὐ θεωρεῖτέ με καὶ πάλιν μικρὸν καὶ ὄψεσθέ με καί Ὅτι ὑπάγω πρὸς τὸν Πατέρα
18[an error occurred while processing this directive]18ἔλεγον οὖν Τοῦτο «τί ἐστιν» λέγει Τὸ μικρόν οὐκ οἴδαμεν τί λαλεῖ
19[an error occurred while processing this directive]19Ἔγνω [ὁ] Ἰησοῦς ὅτι ἤθελον αὐτὸν ἐρωτᾶν καὶ εἶπεν αὐτοῖς Περὶ τούτου ζητεῖτε μετ’ ἀλλήλων ὅτι εἶπον Μικρὸν καὶ οὐ θεωρεῖτέ με καὶ πάλιν μικρὸν καὶ ὄψεσθέ με
20[an error occurred while processing this directive]20ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι κλαύσετε καὶ θρηνήσετε ὑμεῖς δὲ κόσμος χαρήσεται ὑμεῖς λυπηθήσεσθε ἀλλ’ λύπη ὑμῶν εἰς χαρὰν γενήσεται
21[an error occurred while processing this directive]21 γυνὴ ὅταν τίκτῃ λύπην ἔχει ὅτι ἦλθεν ὥρα αὐτῆς ὅταν δὲ γεννήσῃ τὸ παιδίον οὐκέτι μνημονεύει τῆς θλίψεως διὰ τὴν χαρὰν ὅτι ἐγεννήθη ἄνθρωπος εἰς τὸν κόσμον
22[an error occurred while processing this directive]22καὶ ὑμεῖς οὖν νῦν μὲν λύπην ἔχετε πάλιν δὲ ὄψομαι ὑμᾶς καὶ χαρήσεται ὑμῶν καρδία καὶ τὴν χαρὰν ὑμῶν οὐδεὶς αἴρει ἀφ’ ὑμῶν
23[an error occurred while processing this directive]23Καὶ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἐμὲ οὐκ ἐρωτήσετε οὐδέν ἀμὴν ἀμὴν λέγω ὑμῖν ἄν τι αἰτήσητε τὸν Πατέρα «δώσει ὑμῖν» «ἐν τῷ ὀνόματί μου»
24[an error occurred while processing this directive]24ἕως ἄρτι οὐκ ᾐτήσατε οὐδὲν ἐν τῷ ὀνόματί μου αἰτεῖτε καὶ λήμψεσθε ἵνα χαρὰ ὑμῶν πεπληρωμένη
25[an error occurred while processing this directive]25Ταῦτα ἐν παροιμίαις λελάληκα ὑμῖν ἔρχεται ὥρα ὅτε οὐκέτι ἐν παροιμίαις λαλήσω ὑμῖν ἀλλὰ παρρησίᾳ περὶ τοῦ Πατρὸς ἀπαγγελῶ ὑμῖν
26[an error occurred while processing this directive]26ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἐν τῷ ὀνόματί μου αἰτήσεσθε καὶ οὐ λέγω ὑμῖν ὅτι ἐγὼ ἐρωτήσω τὸν Πατέρα περὶ ὑμῶν
27[an error occurred while processing this directive]27αὐτὸς γὰρ Πατὴρ φιλεῖ ὑμᾶς ὅτι ὑμεῖς ἐμὲ πεφιλήκατε καὶ πεπιστεύκατε ὅτι ἐγὼ παρὰ τοῦ Θεοῦ ἐξῆλθον
28[an error occurred while processing this directive]28ἐξῆλθον ἐκ τοῦ Πατρὸς καὶ ἐλήλυθα εἰς τὸν κόσμον πάλιν ἀφίημι τὸν κόσμον καὶ πορεύομαι πρὸς τὸν Πατέρα
29[an error occurred while processing this directive]29Λέγουσιν οἱ μαθηταὶ αὐτοῦ Ἴδε νῦν ἐν παρρησίᾳ λαλεῖς καὶ παροιμίαν οὐδεμίαν λέγεις
30[an error occurred while processing this directive]30νῦν οἴδαμεν ὅτι οἶδας πάντα καὶ οὐ χρείαν ἔχεις ἵνα τίς σε ἐρωτᾷ ἐν τούτῳ πιστεύομεν ὅτι ἀπὸ Θεοῦ ἐξῆλθες
31[an error occurred while processing this directive]31Ἀπεκρίθη αὐτοῖς Ἰησοῦς Ἄρτι πιστεύετε
32[an error occurred while processing this directive]32ἰδοὺ ἔρχεται ὥρα καὶ ἐλήλυθεν ἵνα σκορπισθῆτε ἕκαστος εἰς τὰ ἴδια κἀμὲ μόνον ἀφῆτε καὶ οὐκ εἰμὶ μόνος ὅτι Πατὴρ μετ’ ἐμοῦ ἐστιν
33[an error occurred while processing this directive]33ταῦτα λελάληκα ὑμῖν ἵνα ἐν ἐμοὶ εἰρήνην ἔχητε ἐν τῷ κόσμῳ θλῖψιν ἔχετε ἀλλὰ θαρσεῖτε ἐγὼ νενίκηκα τὸν κόσμον
[an error occurred while processing this directive]Greek and Hebrew Study Bible courtesy Bible Hub and the Discovery Bible team.
John 15
Top of Page
Top of Page