Par ▾

13 Τότε προσηνέχθησαν αὐτῷ παιδία ἵνα τὰς χεῖρας ἐπιθῇ αὐτοῖς καὶ προσεύξηται οἱ δὲ μαθηταὶ ἐπετίμησαν αὐτοῖς

14 ὁ δὲ Ἰησοῦς εἶπεν Ἄφετε τὰ παιδία καὶ μὴ κωλύετε αὐτὰ ἐλθεῖν πρός με τῶν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν

15 καὶ ἐπιθεὶς τὰς χεῖρας αὐτοῖς ἐπορεύθη ἐκεῖθεν

16 Καὶ ἰδοὺ εἷς προσελθὼν αὐτῷ εἶπεν Διδάσκαλε τί ἀγαθὸν ποιήσω ἵνα σχῶ ζωὴν αἰώνιον

17 Ὁ δὲ εἶπεν αὐτῷ Τί με ἐρωτᾷς περὶ τοῦ ἀγαθοῦ εἷς ἐστιν ὁ ἀγαθός εἰ δὲ θέλεις εἰς τὴν ζωὴν εἰσελθεῖν τήρησον* τὰς ἐντολάς

18 Λέγει αὐτῷ Ποίας Ὁ δὲ Ἰησοῦς εἶπεν* Τὸ Οὐ φονεύσεις Οὐ μοιχεύσεις Οὐ κλέψεις Οὐ ψευδομαρτυρήσεις

19 Τίμα τὸν πατέρα καὶ τὴν μητέρα καὶ Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν

20 Λέγει αὐτῷ ὁ νεανίσκος Ταῦτα πάντα ἐφύλαξα τί ἔτι ὑστερῶ

21 Ἔφη αὐτῷ ὁ Ἰησοῦς Εἰ θέλεις τέλειος εἶναι ὕπαγε πώλησόν σου τὰ ὑπάρχοντα καὶ δὸς [τοῖς] πτωχοῖς καὶ ἕξεις θησαυρὸν ἐν οὐρανοῖς καὶ δεῦρο ἀκολούθει μοι

22 Ἀκούσας δὲ ὁ νεανίσκος τὸν λόγον (τοῦτον) ἀπῆλθεν λυπούμενος ἦν γὰρ ἔχων κτήματα πολλά

23 Ὁ δὲ Ἰησοῦς εἶπεν τοῖς μαθηταῖς αὐτοῦ Ἀμὴν λέγω ὑμῖν ὅτι πλούσιος δυσκόλως εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν

24 πάλιν δὲ λέγω ὑμῖν εὐκοπώτερόν ἐστιν κάμηλον διὰ τρυπήματος ῥαφίδος εἰσελθεῖν ἢ πλούσιον [εἰσελθεῖν] εἰς τὴν βασιλείαν τοῦ Θεοῦ

25 Ἀκούσαντες δὲ οἱ μαθηταὶ ἐξεπλήσσοντο σφόδρα λέγοντες Τίς ἄρα δύναται σωθῆναι

26 Ἐμβλέψας δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς Παρὰ ἀνθρώποις τοῦτο ἀδύνατόν ἐστιν παρὰ δὲ Θεῷ πάντα δυνατά

27 Τότε ἀποκριθεὶς ὁ Πέτρος εἶπεν αὐτῷ Ἰδοὺ ἡμεῖς ἀφήκαμεν πάντα καὶ ἠκολουθήσαμέν σοι τί ἄρα ἔσται ἡμῖν

28 Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς Ἀμὴν λέγω ὑμῖν ὅτι ὑμεῖς οἱ ἀκολουθήσαντές μοι ἐν τῇ παλινγενεσίᾳ ὅταν καθίσῃ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐπὶ θρόνου δόξης αὐτοῦ καθήσεσθε καὶ ὑμεῖς* ἐπὶ δώδεκα θρόνους κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ

29 καὶ πᾶς ὅστις ἀφῆκεν οἰκίας ἢ ἀδελφοὺς ἢ ἀδελφὰς ἢ πατέρα ἢ μητέρα ‹ἢ γυναῖκα› ἢ τέκνα ἢ ἀγροὺς ἕνεκεν τοῦ μου* ὀνόματός ἑκατονταπλασίονα* λήμψεται καὶ ζωὴν αἰώνιον κληρονομήσει

30 Πολλοὶ δὲ ἔσονται πρῶτοι ἔσχατοι καὶ ἔσχατοι πρῶτοι

Matthew 19:13-30, Hebrew & Greek Study Bible. Public domain.
Matthew 18
Top of Page
Top of Page










Copied