Acts 23
Parallel Study Bible STU ▾ 
English Study BibleGreek Study Bible
1Paul looked directly at the Sanhedrin [and] said, “Brothers, I have conducted myself before God in all good conscience to this day.” 1Ἀτενίσας δὲ ‹ὁ› Παῦλος τῷ συνεδρίῳ εἶπεν Ἄνδρες ἀδελφοί ἐγὼ πάσῃ συνειδήσει ἀγαθῇ πεπολίτευμαι τῷ Θεῷ ἄχρι ταύτης τῆς ἡμέρας
2At this, the high priest Ananias ordered those standing near [Paul] to strike him on the mouth. 2 δὲ ἀρχιερεὺς Ἁνανίας ἐπέταξεν τοῖς παρεστῶσιν αὐτῷ τύπτειν αὐτοῦ τὸ στόμα
3Then Paul said to him, “God will strike [you], you whitewashed wall! You sit [here] to judge me according to the Law, yet you yourself violate the law by commanding that I be struck.” 3Τότε Παῦλος πρὸς αὐτὸν εἶπεν Τύπτειν σε μέλλει Θεός τοῖχε κεκονιαμένε καὶ σὺ κάθῃ κρίνων με κατὰ τὸν νόμον καὶ παρανομῶν κελεύεις με τύπτεσθαι
4But those standing nearby said, “How dare you insult the high priest of God!” 4Οἱ δὲ παρεστῶτες εἶπαν Τὸν ἀρχιερέα τοῦ Θεοῦ λοιδορεῖς
5“Brothers,” Paul replied, “I was not aware that he was [the] high priest, for it is written: ‘Do not speak evil [about the] ruler of your people.’” 5Ἔφη τε Παῦλος Οὐκ ᾔδειν ἀδελφοί ὅτι ἐστὶν ἀρχιερεύς γέγραπται γὰρ ὅτι Ἄρχοντα τοῦ λαοῦ σου οὐκ ἐρεῖς κακῶς
6Then Paul, knowing that some of them were Sadducees and others Pharisees, called out in the Sanhedrin, “Brothers, I am a Pharisee, [the] son of a Pharisee. [It is] because of [my] hope in the resurrection of [the] dead [that] I am on trial.” 6Γνοὺς δὲ Παῦλος ὅτι τὸ ἓν μέρος ἐστὶν Σαδδουκαίων τὸ δὲ ἕτερον Φαρισαίων ἔκραζεν ἐν τῷ συνεδρίῳ Ἄνδρες ἀδελφοί ἐγὼ Φαρισαῖός εἰμι υἱὸς Φαρισαίων περὶ ἐλπίδος καὶ ἀναστάσεως νεκρῶν ‹ἐγὼ› κρίνομαι
7As soon as he had said [this], a dispute broke out between the Pharisees and Sadducees, and the assembly was divided. 7Τοῦτο δὲ αὐτοῦ λαλοῦντος ἐγένετο στάσις τῶν Φαρισαίων καὶ Σαδδουκαίων καὶ ἐσχίσθη τὸ πλῆθος
8For [the] Sadducees say there is neither a resurrection, nor angels, nor spirits, but [the] Pharisees acknowledge them all. 8Σαδδουκαῖοι ‹μὲν› γὰρ λέγουσιν μὴ εἶναι ἀνάστασιν μήτε ἄγγελον μήτε πνεῦμα Φαρισαῖοι δὲ ὁμολογοῦσιν τὰ ἀμφότερα
9A great clamor arose, and some scribes from the party of the Pharisees got up [and] contended sharply, “We find nothing wrong with this man. What if a spirit or an angel has spoken to him?” 9Ἐγένετο δὲ κραυγὴ μεγάλη καὶ ἀναστάντες τινὲς τῶν γραμματέων τοῦ μέρους τῶν Φαρισαίων διεμάχοντο λέγοντες Οὐδὲν κακὸν εὑρίσκομεν ἐν τῷ ἀνθρώπῳ τούτῳ εἰ δὲ πνεῦμα ἐλάλησεν αὐτῷ ἄγγελος ⧼μὴ θεομαχῶμεν⧽
10[The] dispute grew so violent [that] the commander was afraid they would tear Paul to pieces. He ordered the soldiers to go down [and] remove him by force and bring [him] into the barracks. 10πολλῆς δὲ γινομένης στάσεως φοβηθεὶς χιλίαρχος μὴ διασπασθῇ Παῦλος ὑπ’ αὐτῶν ἐκέλευσεν τὸ στράτευμα καταβὰν ἁρπάσαι αὐτὸν ἐκ μέσου αὐτῶν ἄγειν τε εἰς τὴν παρεμβολήν
11The following night the Lord stood by [Paul] [and] said, “Take courage! As you have testified about Me in Jerusalem, so also you must testify in Rome.” 11Τῇ δὲ ἐπιούσῃ νυκτὶ ἐπιστὰς αὐτῷ Κύριος εἶπεν Θάρσει ὡς γὰρ διεμαρτύρω τὰ περὶ ἐμοῦ εἰς Ἰερουσαλὴμ οὕτω σε δεῖ καὶ εἰς Ῥώμην μαρτυρῆσαι
12When daylight came, the Jews formed a conspiracy and bound themselves with an oath not to eat [or] drink until they had killed Paul. 12Γενομένης δὲ ἡμέρας ποιήσαντες συστροφὴν οἱ Ἰουδαῖοι ἀνεθεμάτισαν ἑαυτοὺς λέγοντες μήτε φαγεῖν μήτε πιεῖν ἕως οὗ ἀποκτείνωσιν τὸν Παῦλον
13More than forty [of them] were involved in this plot. 13ἦσαν δὲ πλείους τεσσεράκοντα οἱ ταύτην τὴν συνωμοσίαν ποιησάμενοι
14They went to the chief priests and elders [and] said, “We have bound ourselves with a solemn oath [not] to eat [anything] until we have killed Paul. 14οἵτινες προσελθόντες τοῖς ἀρχιερεῦσιν καὶ τοῖς πρεσβυτέροις εἶπαν Ἀναθέματι ἀνεθεματίσαμεν ἑαυτοὺς μηδενὸς γεύσασθαι ἕως οὗ ἀποκτείνωμεν τὸν Παῦλον
15Now then, you and the Sanhedrin petition the commander to bring him down to you on the pretext of examining his case more carefully. We are ready to kill him on the way.” 15νῦν οὖν ὑμεῖς ἐμφανίσατε τῷ χιλιάρχῳ σὺν τῷ συνεδρίῳ ὅπως καταγάγῃ αὐτὸν εἰς ὑμᾶς ὡς μέλλοντας διαγινώσκειν ἀκριβέστερον τὰ περὶ αὐτοῦ ἡμεῖς δὲ πρὸ τοῦ ἐγγίσαι αὐτὸν ἕτοιμοί ἐσμεν τοῦ ἀνελεῖν αὐτόν
16But [when] the son of Paul’s sister heard about the ambush, he went into the barracks [and] told Paul. 16Ἀκούσας δὲ υἱὸς τῆς ἀδελφῆς Παύλου τὴν ἐνέδραν παραγενόμενος καὶ εἰσελθὼν εἰς τὴν παρεμβολὴν ἀπήγγειλεν τῷ Παύλῳ
17Then Paul called one of the centurions [and] said, “Take this young man to the commander; he has something to tell him.” 17προσκαλεσάμενος δὲ Παῦλος ἕνα τῶν ἑκατονταρχῶν ἔφη Τὸν νεανίαν τοῦτον ἄπαγε πρὸς τὸν χιλίαρχον ἔχει γὰρ ἀπαγγεῖλαί τι αὐτῷ
18So [the centurion] took him to the commander and said, “Paul the prisoner sent [and] asked me to bring this young man to you. He has something to tell you.” 18 μὲν οὖν παραλαβὼν αὐτὸν ἤγαγεν πρὸς τὸν χιλίαρχον καὶ φησίν δέσμιος Παῦλος προσκαλεσάμενός με ἠρώτησεν τοῦτον τὸν νεανίσκον ἀγαγεῖν πρὸς σέ ἔχοντά τι λαλῆσαί σοι
19The commander took [the young man] by the hand, drew [him] aside, and asked, “What do you need to tell me?” 19Ἐπιλαβόμενος δὲ τῆς χειρὸς αὐτοῦ χιλίαρχος καὶ ἀναχωρήσας κατ’ ἰδίαν ἐπυνθάνετο Τί ἐστιν ἔχεις ἀπαγγεῖλαί μοι
20He answered, “The Jews have agreed to ask you to bring Paul to the Sanhedrin tomorrow, on the pretext of acquiring more information about him. 20Εἶπεν δὲ ὅτι Οἱ Ἰουδαῖοι συνέθεντο τοῦ ἐρωτῆσαί σε ὅπως αὔριον τὸν Παῦλον καταγάγῃς εἰς τὸ συνέδριον ὡς μέλλον* τι ἀκριβέστερον πυνθάνεσθαι περὶ αὐτοῦ
21{Do} not {let} them persuade you, because more than forty men are waiting to ambush him. [They] have bound themselves with an oath not to eat [or] drink until they have killed him; they are ready now, awaiting your consent.” 21σὺ οὖν μὴ πεισθῇς αὐτοῖς ἐνεδρεύουσιν γὰρ αὐτὸν ἐξ αὐτῶν ἄνδρες πλείους τεσσεράκοντα οἵτινες ἀνεθεμάτισαν ἑαυτοὺς μήτε φαγεῖν μήτε πιεῖν ἕως οὗ ἀνέλωσιν αὐτόν καὶ νῦν εἰσιν ἕτοιμοι προσδεχόμενοι τὴν ἀπὸ σοῦ ἐπαγγελίαν
22So the commander dismissed the young man and instructed [him], “Do not tell [anyone] that you have reported this to me.” 22 μὲν οὖν χιλίαρχος ἀπέλυσε τὸν νεανίσκον παραγγείλας Μηδενὶ ἐκλαλῆσαι ὅτι ταῦτα ἐνεφάνισας πρὸς ἐμέ
23Then he called two of [his] centurions [and] said, “Prepare two hundred soldiers, seventy horsemen, and two hundred spearmen to go to Caesarea in the third hour of the night. 23Καὶ προσκαλεσάμενός τινας δύο τῶν ἑκατονταρχῶν εἶπεν Ἑτοιμάσατε στρατιώτας διακοσίους ὅπως πορευθῶσιν ἕως Καισαρείας καὶ ἱππεῖς ἑβδομήκοντα καὶ δεξιολάβους διακοσίους ἀπὸ τρίτης ὥρας τῆς νυκτός
24Provide mounts [for] Paul to take [him] safely to Governor Felix.” 24κτήνη τε παραστῆσαι ἵνα ἐπιβιβάσαντες τὸν Παῦλον διασώσωσι πρὸς Φήλικα τὸν ἡγεμόνα
25[And] he wrote the following letter: 25γράψας ἐπιστολὴν ἔχουσαν τὸν τύπον τοῦτον
26“Claudius Lysias, To His Excellency, Governor Felix: Greetings. 26Κλαύδιος Λυσίας Τῷ κρατίστῳ ἡγεμόνι Φήλικι Χαίρειν
27This man was seized by the Jews, and they were about to kill [him] when I came with [my] troops to rescue [him]. For I had learned that he is a Roman citizen, 27Τὸν ἄνδρα τοῦτον συλλημφθέντα ὑπὸ τῶν Ἰουδαίων καὶ μέλλοντα ἀναιρεῖσθαι ὑπ’ αὐτῶν ἐπιστὰς σὺν τῷ στρατεύματι ἐξειλάμην μαθὼν ὅτι Ῥωμαῖός ἐστιν
28and since I wanted to understand [their] charges [against] him, I brought [him] down to their Sanhedrin. 28βουλόμενός τε ἐπιγνῶναι τὴν αἰτίαν δι’ ἣν ἐνεκάλουν αὐτῷ κατήγαγον εἰς τὸ συνέδριον αὐτῶν
29I found that the accusation involved questions [about] their [own] Law, but there was no charge worthy of death or imprisonment. 29ὃν εὗρον ἐγκαλούμενον περὶ ζητημάτων τοῦ νόμου αὐτῶν μηδὲν δὲ ἄξιον θανάτου δεσμῶν ἔχοντα ἔγκλημα
30[When] I was informed that there was a plot against the man, I sent [him] to you at once. I also instructed [his] accusers to present [their case] against him before you.” 30Μηνυθείσης δέ μοι ἐπιβουλῆς εἰς τὸν ἄνδρα ἔσεσθαι ἐξαυτῆς ἔπεμψα πρὸς σέ παραγγείλας καὶ τοῖς κατηγόροις λέγειν [τὰ] πρὸς αὐτὸν ἐπὶ σοῦ
31So the soldiers followed their orders [and] brought Paul by night to Antipatris. 31Οἱ μὲν οὖν στρατιῶται κατὰ τὸ διατεταγμένον αὐτοῖς ἀναλαβόντες τὸν Παῦλον ἤγαγον διὰ νυκτὸς εἰς τὴν Ἀντιπατρίδα
32The next day they returned to the barracks [and] let the horsemen go on with him. 32τῇ δὲ ἐπαύριον ἐάσαντες τοὺς ἱππεῖς ἀπέρχεσθαι σὺν αὐτῷ ὑπέστρεψαν εἰς τὴν παρεμβολήν
33[When the horsemen] arrived in Caesarea, they delivered the letter to the governor and presented Paul to him. 33οἵτινες εἰσελθόντες εἰς τὴν Καισάρειαν καὶ ἀναδόντες τὴν ἐπιστολὴν τῷ ἡγεμόνι παρέστησαν καὶ τὸν Παῦλον αὐτῷ
34[The governor] read [the letter] and asked what province [Paul] was from. Learning that [he was] from Cilicia, 34Ἀναγνοὺς δὲ καὶ ἐπερωτήσας ἐκ ποίας ἐπαρχείας ἐστὶν καὶ πυθόμενος ὅτι ἀπὸ Κιλικίας
35he said, “I will hear your case when your accusers arrive.” Then he ordered that [Paul] be kept under guard in Herod’s Praetorium. 35Διακούσομαί σου ἔφη Ὅταν καὶ οἱ κατήγοροί σου παραγένωνται κελεύσας ἐν τῷ πραιτωρίῳ τοῦ Ἡρῴδου φυλάσσεσθαι αὐτόν
Greek and Hebrew Study Bible courtesy Bible Hub and the Discovery Bible team.

Section Headings Courtesy INT Bible © 2012, Used by Permission

Bible Hub
Acts 22
Top of Page
Top of Page