Matthew 19
Study Bible ABP ▾ 
Jesus' Teaching about Divorce

Καὶ ἐγένετο ὅτε ἐτέλεσεν Ἰησοῦς τοὺς λόγους τούτους μετῆρεν ἀπὸ τῆς Γαλιλαίας καὶ ἦλθεν εἰς τὰ ὅρια τῆς Ἰουδαίας πέραν τοῦ Ἰορδάνου καὶ ἠκολούθησαν αὐτῷ ὄχλοι πολλοί καὶ ἐθεράπευσεν αὐτοὺς ἐκεῖ

Καὶ προσῆλθον αὐτῷ Φαρισαῖοι πειράζοντες αὐτὸν καὶ λέγοντες Εἰ ἔξεστιν ‹ἀνθρώπῳ› ἀπολῦσαι τὴν γυναῖκα αὐτοῦ κατὰ πᾶσαν αἰτίαν δὲ ἀποκριθεὶς εἶπεν Οὐκ ἀνέγνωτε ὅτι κτίσας ἀπ’ ἀρχῆς Ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτοὺς καὶ εἶπεν Ἕνεκα τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα καὶ τὴν μητέρα καὶ κολληθήσεται τῇ γυναικὶ αὐτοῦ καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν ὥστε οὐκέτι εἰσὶν δύο ἀλλὰ σὰρξ μία οὖν Θεὸς συνέζευξεν ἄνθρωπος μὴ χωριζέτω Λέγουσιν αὐτῷ Τί οὖν Μωϋσῆς ἐνετείλατο δοῦναι βιβλίον ἀποστασίου καὶ ἀπολῦσαι ‹αὐτήν› Λέγει αὐτοῖς Ὅτι Μωϋσῆς πρὸς τὴν σκληροκαρδίαν ὑμῶν ἐπέτρεψεν ὑμῖν ἀπολῦσαι τὰς γυναῖκας ὑμῶν ἀπ’ ἀρχῆς δὲ οὐ γέγονεν οὕτως λέγω δὲ ὑμῖν ὅτι ὃς ἂν ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ μὴ ἐπὶ πορνείᾳ καὶ γαμήσῃ ἄλλην μοιχᾶται ‹καὶ ἀπολελυμένην γαμήσας μοιχᾶται›

10 Λέγουσιν αὐτῷ οἱ μαθηταί [αὐτοῦ] Εἰ οὕτως ἐστὶν αἰτία τοῦ ἀνθρώπου μετὰ τῆς γυναικός οὐ συμφέρει γαμῆσαι 11  δὲ εἶπεν αὐτοῖς Οὐ πάντες χωροῦσιν τὸν λόγον τοῦτον ἀλλ’ οἷς δέδοται 12 εἰσὶν γὰρ εὐνοῦχοι οἵτινες ἐκ κοιλίας μητρὸς ἐγεννήθησαν οὕτως καὶ εἰσὶν εὐνοῦχοι οἵτινες εὐνουχίσθησαν ὑπὸ τῶν ἀνθρώπων καὶ εἰσὶν εὐνοῦχοι οἵτινες εὐνούχισαν ἑαυτοὺς διὰ τὴν βασιλείαν τῶν οὐρανῶν δυνάμενος χωρεῖν χωρείτω

Jesus Blesses the Children

13 Τότε προσηνέχθησαν αὐτῷ παιδία ἵνα τὰς χεῖρας ἐπιθῇ αὐτοῖς καὶ προσεύξηται οἱ δὲ μαθηταὶ ἐπετίμησαν αὐτοῖς 14  δὲ Ἰησοῦς εἶπεν Ἄφετε τὰ παιδία καὶ μὴ κωλύετε αὐτὰ ἐλθεῖν πρός με τῶν γὰρ τοιούτων ἐστὶν βασιλεία τῶν οὐρανῶν 15 καὶ ἐπιθεὶς τὰς χεῖρας αὐτοῖς ἐπορεύθη ἐκεῖθεν

The Rich Young Man

16 Καὶ ἰδοὺ εἷς προσελθὼν αὐτῷ εἶπεν Διδάσκαλε τί ἀγαθὸν ποιήσω ἵνα σχῶ ζωὴν αἰώνιον 17  δὲ εἶπεν αὐτῷ Τί με ἐρωτᾷς περὶ τοῦ ἀγαθοῦ εἷς ἐστιν ἀγαθός εἰ δὲ θέλεις εἰς τὴν ζωὴν εἰσελθεῖν τήρησον* τὰς ἐντολάς 18 Λέγει αὐτῷ Ποίας δὲ Ἰησοῦς εἶπεν* Τὸ Οὐ φονεύσεις Οὐ μοιχεύσεις Οὐ κλέψεις Οὐ ψευδομαρτυρήσεις 19 Τίμα τὸν πατέρα καὶ τὴν μητέρα καὶ Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν 20 Λέγει αὐτῷ νεανίσκος Ταῦτα πάντα ἐφύλαξα τί ἔτι ὑστερῶ 21 Ἔφη αὐτῷ Ἰησοῦς Εἰ θέλεις τέλειος εἶναι ὕπαγε πώλησόν σου τὰ ὑπάρχοντα καὶ δὸς [τοῖς] πτωχοῖς καὶ ἕξεις θησαυρὸν ἐν οὐρανοῖς καὶ δεῦρο ἀκολούθει μοι 22 Ἀκούσας δὲ νεανίσκος τὸν λόγον (τοῦτον) ἀπῆλθεν λυπούμενος ἦν γὰρ ἔχων κτήματα πολλά

23  δὲ Ἰησοῦς εἶπεν τοῖς μαθηταῖς αὐτοῦ Ἀμὴν λέγω ὑμῖν ὅτι πλούσιος δυσκόλως εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν 24 πάλιν δὲ λέγω ὑμῖν εὐκοπώτερόν ἐστιν κάμηλον διὰ τρυπήματος ῥαφίδος εἰσελθεῖν πλούσιον [εἰσελθεῖν] εἰς τὴν βασιλείαν τοῦ Θεοῦ 25 Ἀκούσαντες δὲ οἱ μαθηταὶ ἐξεπλήσσοντο σφόδρα λέγοντες Τίς ἄρα δύναται σωθῆναι 26 Ἐμβλέψας δὲ Ἰησοῦς εἶπεν αὐτοῖς Παρὰ ἀνθρώποις τοῦτο ἀδύνατόν ἐστιν παρὰ δὲ Θεῷ πάντα δυνατά

27 Τότε ἀποκριθεὶς Πέτρος εἶπεν αὐτῷ Ἰδοὺ ἡμεῖς ἀφήκαμεν πάντα καὶ ἠκολουθήσαμέν σοι τί ἄρα ἔσται ἡμῖν 28  δὲ Ἰησοῦς εἶπεν αὐτοῖς Ἀμὴν λέγω ὑμῖν ὅτι ὑμεῖς οἱ ἀκολουθήσαντές μοι ἐν τῇ παλινγενεσίᾳ ὅταν καθίσῃ Υἱὸς τοῦ ἀνθρώπου ἐπὶ θρόνου δόξης αὐτοῦ καθήσεσθε καὶ ὑμεῖς* ἐπὶ δώδεκα θρόνους κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ 29 καὶ πᾶς ὅστις ἀφῆκεν οἰκίας ἀδελφοὺς ἀδελφὰς πατέρα μητέρα ‹ἢ γυναῖκα› τέκνα ἀγροὺς ἕνεκεν τοῦ μου* ὀνόματός ἑκατονταπλασίονα* λήμψεται καὶ ζωὴν αἰώνιον κληρονομήσει 30 Πολλοὶ δὲ ἔσονται πρῶτοι ἔσχατοι καὶ ἔσχατοι πρῶτοι

Study Bible by Bible Hub in cooperation with Helps Ministries. For comparative study, where possible, chapter and verse numbers are mapped to the traditional convention used by modern English texts.

Section Headings Courtesy INT Bible © 2012, Used by Permission

Bible Hub


Matthew 18
Top of Page
Top of Page