Luke 20:22-47Hebrew & Greek Study Bible Hebrew & Greek Study Bible ▾ AKJV · American King James Version AMP · Amplified Bible ANDERSON · Anderson New Testament ASV · American Standard Version BAB · Berean Annotated Bible BISHOPS · Bishops' Bible of 1568 BLB · Berean Literal Bible BSB · Berean Standard Bible BSB STRONGS · BSB with Strong's COVERDALE · Coverdale Bible of 1535 CPDV · Catholic Public Domain Version CSB · Christian Standard Bible DBT · Darby Bible Translation DRB · Douay-Rheims Bible ERV · English Revised Version ESV · English Standard Version GENEVA · Geneva Bible of 1587 GODBEY · Godbey New Testament GWT · God's Word Translation HAWEIS · Haweis New Testament HCSB · Holman Christian Standard Bible HCSB STRONGS · HCSB with Strong's ISV · Intl. Standard Version KJV · King James Version KJV STRONGS · KJV with Strong's LAMSA · Lamsa Bible LSB · Legacy Standard Bible LSV · Literal Standard Version MACE · Mace New Testament MSB · Majority Standard Bible NABRE · New American Bible Revised NASB · New American Standard Bible NASB77 · New American Standard 1977 NASB95 · New American Standard 1995 NASB95 STRONGS · NASB95 with Strong's NET · New English Translation NHEB · New Heart English Bible NIV · New International Version NKJV · New King James Version NLT · New Living Translation NRSVCE · NRSV Catholic Edition SLT · Smith's Literal Translation TYNDALE · Tyndale Bible of 1526 WBT · Webster's Bible Translation WEB · World English Bible WEY · Weymouth New Testament WORRELL · Worrell New Testament WORSLEY · Worsley New Testament YLT · Young's Literal Translation YLT STRONGS · YLT with Strong's Par ▾ 22 ἔξεστιν ἡμᾶς Καίσαρι φόρον δοῦναι ἢ οὔ 23 Κατανοήσας δὲ αὐτῶν τὴν πανουργίαν εἶπεν πρὸς αὐτούς 24 Δείξατέ μοι δηνάριον τίνος ἔχει εἰκόνα καὶ ἐπιγραφήν Οἱ δὲ εἶπαν Καίσαρος 25 Ὁ δὲ εἶπεν πρὸς αὐτούς Τοίνυν ἀπόδοτε τὰ Καίσαρος Καίσαρι καὶ τὰ τοῦ Θεοῦ τῷ Θεῷ 26 Καὶ οὐκ ἴσχυσαν ἐπιλαβέσθαι αὐτοῦ ῥήματος ἐναντίον τοῦ λαοῦ καὶ θαυμάσαντες ἐπὶ τῇ ἀποκρίσει αὐτοῦ ἐσίγησαν 27 Προσελθόντες δέ τινες τῶν Σαδδουκαίων οἱ ἀντιλέγοντες ἀνάστασιν μὴ εἶναι ἐπηρώτησαν αὐτὸν 28 λέγοντες Διδάσκαλε Μωϋσῆς ἔγραψεν ἡμῖν ἐάν τινος ἀδελφὸς ἀποθάνῃ ἔχων γυναῖκα καὶ οὗτος ἄτεκνος ᾖ ἵνα λάβῃ ὁ ἀδελφὸς αὐτοῦ τὴν γυναῖκα καὶ ἐξαναστήσῃ σπέρμα τῷ ἀδελφῷ αὐτοῦ 29 ἑπτὰ οὖν ἀδελφοὶ ἦσαν καὶ ὁ πρῶτος λαβὼν γυναῖκα ἀπέθανεν ἄτεκνος 30 καὶ ὁ δεύτερος ⧼τὴν γυναῖκα καὶ οὗτος ἀπέθανεν ἄτεκνος⧽ 31 καὶ ὁ τρίτος ἔλαβεν αὐτήν ὡσαύτως δὲ καὶ οἱ ἑπτὰ οὐ κατέλιπον τέκνα καὶ ἀπέθανον 32 ὕστερον καὶ ἡ γυνὴ ἀπέθανεν 33 ἡ γυνὴ οὖν ἐν τῇ ἀναστάσει τίνος αὐτῶν γίνεται γυνή οἱ γὰρ ἑπτὰ ἔσχον αὐτὴν γυναῖκα 34 Καὶ εἶπεν αὐτοῖς ὁ Ἰησοῦς Οἱ υἱοὶ τοῦ αἰῶνος τούτου γαμοῦσιν καὶ γαμίσκονται 35 οἱ δὲ καταξιωθέντες τοῦ αἰῶνος ἐκείνου τυχεῖν καὶ τῆς ἀναστάσεως τῆς ἐκ νεκρῶν οὔτε γαμοῦσιν οὔτε γαμίζονται 36 οὐδὲ γὰρ ἀποθανεῖν ἔτι δύνανται ἰσάγγελοι γάρ εἰσιν καὶ υἱοί εἰσιν Θεοῦ τῆς ἀναστάσεως υἱοὶ ὄντες 37 Ὅτι δὲ ἐγείρονται οἱ νεκροὶ καὶ Μωϋσῆς ἐμήνυσεν ἐπὶ τῆς Βάτου ὡς λέγει Κύριον Τὸν Θεὸν Ἀβραὰμ καὶ Θεὸν Ἰσαὰκ καὶ Θεὸν Ἰακώβ 38 Θεὸς δὲ οὐκ ἔστιν νεκρῶν ἀλλὰ ζώντων πάντες γὰρ αὐτῷ ζῶσιν 39 Ἀποκριθέντες δέ τινες τῶν γραμματέων εἶπαν Διδάσκαλε καλῶς εἶπας 40 οὐκέτι γὰρ ἐτόλμων ἐπερωτᾶν αὐτὸν οὐδέν 41 Εἶπεν δὲ πρὸς αὐτούς Πῶς λέγουσιν τὸν Χριστὸν εἶναι Δαυὶδ υἱόν 42 αὐτὸς γὰρ Δαυὶδ λέγει ἐν βίβλῳ ψαλμῶν Εἶπεν Κύριος τῷ Κυρίῳ μου Κάθου ἐκ δεξιῶν μου 43 Ἕως ἂν θῶ τοὺς ἐχθρούς σου Ὑποπόδιον τῶν ποδῶν σου 44 Δαυὶδ οὖν αὐτὸν Κύριον καλεῖ καὶ πῶς αὐτοῦ υἱός ἐστιν 45 Ἀκούοντος δὲ παντὸς τοῦ λαοῦ εἶπεν τοῖς μαθηταῖς [αὐτοῦ] 46 Προσέχετε ἀπὸ τῶν γραμματέων τῶν θελόντων περιπατεῖν ἐν στολαῖς καὶ φιλούντων ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς καὶ πρωτοκαθεδρίας ἐν ταῖς συναγωγαῖς καὶ πρωτοκλισίας ἐν τοῖς δείπνοις 47 οἳ κατεσθίουσιν τὰς οἰκίας τῶν χηρῶν καὶ προφάσει μακρὰ προσεύχονται οὗτοι λήμψονται περισσότερον κρίμα ← Show Verses 1 - 21 Full chapter Parallel translations Study & commentary Cross-references Luke 20:22-47, Hebrew & Greek Study Bible. Public domain.