John 16:1-24Hebrew & Greek Study Bible Hebrew & Greek Study Bible ▾ AMP · Amplified Bible ASV · American Standard Version BAB · Berean Annotated Bible BLB · Berean Literal Bible BSB · Berean Standard Bible BSB STRONGS · BSB with Strong's CPDV · Catholic Public Domain Version CSB · Christian Standard Bible DRB · Douay-Rheims Bible ERV · English Revised Version ESV · English Standard Version GWT · God's Word Translation HCSB · Holman Christian Standard Bible HCSB STRONGS · HCSB with Strong's ISV · Intl. Standard Version KJV · King James Version KJV STRONGS · KJV with Strong's LSB · Legacy Standard Bible LSV · Literal Standard Version MSB · Majority Standard Bible NABRE · New American Bible Revised NASB · New American Standard Bible NASB77 · New American Standard 1977 NASB95 · New American Standard 1995 NASB95 STRONGS · NASB95 with Strong's NET · New English Translation NHEB · New Heart English Bible NIV · New International Version NKJV · New King James Version NLT · New Living Translation NRSVCE · NRSV Catholic Edition SLT · Smith's Literal Translation STUDY · Hebrew & Greek Study Bible WBT · Webster's Bible Translation WEB · World English Bible YLT · Young's Literal Translation YLT STRONGS · YLT with Strong's Par ▾ 1 Ταῦτα λελάληκα ὑμῖν ἵνα μὴ σκανδαλισθῆτε2 ἀποσυναγώγους ποιήσουσιν ὑμᾶς ἀλλ’ ἔρχεται ὥρα ἵνα πᾶς ὁ ἀποκτείνας ὑμᾶς δόξῃ λατρείαν προσφέρειν τῷ Θεῷ3 καὶ ταῦτα ποιήσουσιν ὅτι οὐκ ἔγνωσαν τὸν Πατέρα οὐδὲ ἐμέ4 ἀλλὰ ταῦτα λελάληκα ὑμῖν ἵνα ὅταν ἔλθῃ ἡ ὥρα αὐτῶν μνημονεύητε αὐτῶν ὅτι ἐγὼ εἶπον ὑμῖν ταῦτα δὲ ὑμῖν ἐξ ἀρχῆς οὐκ εἶπον ὅτι μεθ’ ὑμῶν ἤμην5 Νῦν δὲ ὑπάγω πρὸς τὸν πέμψαντά με καὶ οὐδεὶς ἐξ ὑμῶν ἐρωτᾷ με Ποῦ ὑπάγεις6 ἀλλ’ ὅτι ταῦτα λελάληκα ὑμῖν ἡ λύπη πεπλήρωκεν ὑμῶν τὴν καρδίαν7 ἀλλ’ ἐγὼ τὴν ἀλήθειαν λέγω ὑμῖν συμφέρει ὑμῖν ἵνα ἐγὼ ἀπέλθω ἐὰν γὰρ μὴ ἀπέλθω ὁ Παράκλητος οὐ μὴ ἔλθῃ πρὸς ὑμᾶς ἐὰν δὲ πορευθῶ πέμψω αὐτὸν πρὸς ὑμᾶς8 Καὶ ἐλθὼν ἐκεῖνος ἐλέγξει τὸν κόσμον περὶ ἁμαρτίας καὶ περὶ δικαιοσύνης καὶ περὶ κρίσεως9 περὶ ἁμαρτίας μέν ὅτι οὐ πιστεύουσιν εἰς ἐμέ10 περὶ δικαιοσύνης δέ ὅτι πρὸς τὸν Πατέρα ὑπάγω καὶ οὐκέτι θεωρεῖτέ με11 περὶ δὲ κρίσεως ὅτι ὁ ἄρχων τοῦ κόσμου τούτου κέκριται12 Ἔτι πολλὰ ἔχω ὑμῖν λέγειν ἀλλ’ οὐ δύνασθε βαστάζειν ἄρτι13 ὅταν δὲ ἔλθῃ ἐκεῖνος τὸ Πνεῦμα τῆς ἀληθείας ὁδηγήσει ὑμᾶς ἐν* τῇ* ἀληθείᾳ* πάσῃ* οὐ γὰρ λαλήσει ἀφ’ ἑαυτοῦ ἀλλ’ ὅσα ἀκούσει* λαλήσει καὶ τὰ ἐρχόμενα ἀναγγελεῖ ὑμῖν14 ἐκεῖνος ἐμὲ δοξάσει ὅτι ἐκ τοῦ ἐμοῦ λήμψεται καὶ ἀναγγελεῖ ὑμῖν15 πάντα ὅσα ἔχει ὁ Πατὴρ ἐμά ἐστιν διὰ τοῦτο εἶπον ὅτι ἐκ τοῦ ἐμοῦ λαμβάνει καὶ ἀναγγελεῖ ὑμῖν16 Μικρὸν καὶ οὐκέτι θεωρεῖτέ με καὶ πάλιν μικρὸν καὶ ὄψεσθέ με ⧼ὅτι ὑπάγω πρὸς τὸν πατέρα⧽17 Εἶπαν οὖν ἐκ τῶν μαθητῶν αὐτοῦ πρὸς ἀλλήλους Τί ἐστιν τοῦτο ὃ λέγει ἡμῖν Μικρὸν καὶ οὐ θεωρεῖτέ με καὶ πάλιν μικρὸν καὶ ὄψεσθέ με καί Ὅτι ὑπάγω πρὸς τὸν Πατέρα18 ἔλεγον οὖν Τοῦτο «τί ἐστιν» ὃ λέγει Τὸ μικρόν οὐκ οἴδαμεν τί λαλεῖ19 Ἔγνω [ὁ] Ἰησοῦς ὅτι ἤθελον αὐτὸν ἐρωτᾶν καὶ εἶπεν αὐτοῖς Περὶ τούτου ζητεῖτε μετ’ ἀλλήλων ὅτι εἶπον Μικρὸν καὶ οὐ θεωρεῖτέ με καὶ πάλιν μικρὸν καὶ ὄψεσθέ με20 ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι κλαύσετε καὶ θρηνήσετε ὑμεῖς ὁ δὲ κόσμος χαρήσεται ὑμεῖς λυπηθήσεσθε ἀλλ’ ἡ λύπη ὑμῶν εἰς χαρὰν γενήσεται21 ἡ γυνὴ ὅταν τίκτῃ λύπην ἔχει ὅτι ἦλθεν ἡ ὥρα αὐτῆς ὅταν δὲ γεννήσῃ τὸ παιδίον οὐκέτι μνημονεύει τῆς θλίψεως διὰ τὴν χαρὰν ὅτι ἐγεννήθη ἄνθρωπος εἰς τὸν κόσμον22 καὶ ὑμεῖς οὖν νῦν μὲν λύπην ἔχετε πάλιν δὲ ὄψομαι ὑμᾶς καὶ χαρήσεται ὑμῶν ἡ καρδία καὶ τὴν χαρὰν ὑμῶν οὐδεὶς αἴρει ἀφ’ ὑμῶν23 Καὶ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἐμὲ οὐκ ἐρωτήσετε οὐδέν ἀμὴν ἀμὴν λέγω ὑμῖν ἄν τι αἰτήσητε τὸν Πατέρα «δώσει ὑμῖν» «ἐν τῷ ὀνόματί μου»24 ἕως ἄρτι οὐκ ᾐτήσατε οὐδὲν ἐν τῷ ὀνόματί μου αἰτεῖτε καὶ λήμψεσθε ἵνα ἡ χαρὰ ὑμῶν ᾖ πεπληρωμένη Full chapter Show Verses 25 - 33 → Parallel translations Study & commentary Cross-references John 16:1-24, Hebrew & Greek Study Bible. Public domain.