Par 

22 γὰρ ἐν Κυρίῳ κληθεὶς δοῦλος ἀπελεύθερος Κυρίου ἐστίν ὁμοίως ἐλεύθερος κληθεὶς δοῦλός ἐστιν Χριστοῦ

23 Τιμῆς ἠγοράσθητε μὴ γίνεσθε δοῦλοι ἀνθρώπων

24 ἕκαστος ἐν ἐκλήθη ἀδελφοί ἐν τούτῳ μενέτω παρὰ Θεῷ

25 Περὶ δὲ τῶν παρθένων ἐπιταγὴν Κυρίου οὐκ ἔχω γνώμην δὲ δίδωμι ὡς ἠλεημένος ὑπὸ Κυρίου πιστὸς εἶναι

26 Νομίζω οὖν τοῦτο καλὸν ὑπάρχειν διὰ τὴν ἐνεστῶσαν ἀνάγκην ὅτι καλὸν ἀνθρώπῳ τὸ οὕτως εἶναι

27 δέδεσαι γυναικί μὴ ζήτει λύσιν λέλυσαι ἀπὸ γυναικός μὴ ζήτει γυναῖκα

28 ἐὰν δὲ καὶ γαμήσῃς οὐχ ἥμαρτες καὶ ἐὰν γήμῃ παρθένος οὐχ ἥμαρτεν θλῖψιν δὲ τῇ σαρκὶ ἕξουσιν οἱ τοιοῦτοι ἐγὼ δὲ ὑμῶν φείδομαι

29 Τοῦτο δέ φημι ἀδελφοί καιρὸς συνεσταλμένος ἐστίν τὸ λοιπὸν ἵνα καὶ οἱ ἔχοντες γυναῖκας ὡς μὴ ἔχοντες ὦσιν

30 καὶ οἱ κλαίοντες ὡς μὴ κλαίοντες καὶ οἱ χαίροντες ὡς μὴ χαίροντες καὶ οἱ ἀγοράζοντες ὡς μὴ κατέχοντες

31 καὶ οἱ χρώμενοι τὸν κόσμον ὡς μὴ καταχρώμενοι παράγει γὰρ τὸ σχῆμα τοῦ κόσμου τούτου

32 Θέλω δὲ ὑμᾶς ἀμερίμνους εἶναι ἄγαμος μεριμνᾷ τὰ τοῦ Κυρίου πῶς ἀρέσῃ τῷ Κυρίῳ

33 δὲ γαμήσας μεριμνᾷ τὰ τοῦ κόσμου πῶς ἀρέσῃ τῇ γυναικί

34 καὶ μεμέρισται καὶ γυνὴ ἄγαμος καὶ παρθένος μεριμνᾷ τὰ τοῦ Κυρίου ἵνα ἁγία καὶ τῷ σώματι καὶ τῷ πνεύματι δὲ γαμήσασα μεριμνᾷ τὰ τοῦ κόσμου πῶς ἀρέσῃ τῷ ἀνδρί

35 Τοῦτο δὲ πρὸς τὸ ὑμῶν αὐτῶν σύμφορον λέγω οὐχ ἵνα βρόχον ὑμῖν ἐπιβάλω ἀλλὰ πρὸς τὸ εὔσχημον καὶ εὐπάρεδρον τῷ Κυρίῳ ἀπερισπάστως

36 Εἰ δέ τις ἀσχημονεῖν ἐπὶ τὴν παρθένον αὐτοῦ νομίζει ἐὰν ὑπέρακμος καὶ οὕτως ὀφείλει γίνεσθαι θέλει ποιείτω οὐχ ἁμαρτάνει γαμείτωσαν

37 ὃς δὲ ἕστηκεν ἐν τῇ καρδίᾳ αὐτοῦ ἑδραῖος μὴ ἔχων ἀνάγκην ἐξουσίαν δὲ ἔχει περὶ τοῦ ἰδίου θελήματος καὶ τοῦτο κέκρικεν ἐν τῇ ἰδίᾳ καρδίᾳ τηρεῖν τὴν ἑαυτοῦ παρθένον καλῶς ποιήσει

38 Ὥστε καὶ γαμίζων τὴν ἑαυτοῦ παρθένον καλῶς ποιεῖ καὶ μὴ γαμίζων κρεῖσσον ποιήσει

39 Γυνὴ δέδεται ἐφ’ ὅσον χρόνον ζῇ ἀνὴρ αὐτῆς ἐὰν δὲ κοιμηθῇ ἀνήρ ἐλευθέρα ἐστὶν θέλει γαμηθῆναι μόνον ἐν Κυρίῳ

40 μακαριωτέρα δέ ἐστιν ἐὰν οὕτως μείνῃ κατὰ τὴν ἐμὴν γνώμην δοκῶ δὲ κἀγὼ Πνεῦμα Θεοῦ ἔχειν

1 Corinthians 7:22-40, Hebrew & Greek Study Bible. Public domain.
1 Corinthians 6
Top of Page
Top of Page










Copied