Romans 12
[an error occurred while processing this directive] Parallel GRK [BSB CSB ESV HCS KJV ISV NAS NET NIV NLT GRK]
[an error occurred while processing this directive]Greek Study Bible
1[an error occurred while processing this directive]1Παρακαλῶ οὖν ὑμᾶς ἀδελφοί διὰ τῶν οἰκτιρμῶν τοῦ Θεοῦ παραστῆσαι τὰ σώματα ὑμῶν θυσίαν ζῶσαν ἁγίαν «τῷ Θεῷ» εὐάρεστον τὴν λογικὴν λατρείαν ὑμῶν
2[an error occurred while processing this directive]2καὶ μὴ συσχηματίζεσθε τῷ αἰῶνι τούτῳ ἀλλὰ μεταμορφοῦσθε τῇ ἀνακαινώσει τοῦ νοός εἰς τὸ δοκιμάζειν ὑμᾶς τί τὸ θέλημα τοῦ Θεοῦ τὸ ἀγαθὸν καὶ εὐάρεστον καὶ τέλειον
3[an error occurred while processing this directive]3Λέγω γὰρ διὰ τῆς χάριτος τῆς δοθείσης μοι παντὶ τῷ ὄντι ἐν ὑμῖν μὴ ὑπερφρονεῖν παρ’ δεῖ φρονεῖν ἀλλὰ φρονεῖν εἰς τὸ σωφρονεῖν ἑκάστῳ ὡς Θεὸς ἐμέρισεν μέτρον πίστεως
4[an error occurred while processing this directive]4καθάπερ γὰρ ἐν ἑνὶ σώματι πολλὰ μέλη ἔχομεν τὰ δὲ μέλη πάντα οὐ τὴν αὐτὴν ἔχει πρᾶξιν
5[an error occurred while processing this directive]5οὕτως οἱ πολλοὶ ἓν σῶμά ἐσμεν ἐν Χριστῷ τὸ δὲ καθ’ εἷς ἀλλήλων μέλη
6[an error occurred while processing this directive]6Ἔχοντες δὲ χαρίσματα κατὰ τὴν χάριν τὴν δοθεῖσαν ἡμῖν διάφορα εἴτε προφητείαν κατὰ τὴν ἀναλογίαν τῆς πίστεως
7[an error occurred while processing this directive]7εἴτε διακονίαν ἐν τῇ διακονίᾳ εἴτε διδάσκων ἐν τῇ διδασκαλίᾳ
8[an error occurred while processing this directive]8εἴτε παρακαλῶν ἐν τῇ παρακλήσει μεταδιδοὺς ἐν ἁπλότητι προϊστάμενος ἐν σπουδῇ ἐλεῶν ἐν ἱλαρότητι
9[an error occurred while processing this directive]9 ἀγάπη ἀνυπόκριτος ἀποστυγοῦντες τὸ πονηρόν κολλώμενοι τῷ ἀγαθῷ
10[an error occurred while processing this directive]10τῇ φιλαδελφίᾳ εἰς ἀλλήλους φιλόστοργοι τῇ τιμῇ ἀλλήλους προηγούμενοι
11[an error occurred while processing this directive]11τῇ σπουδῇ μὴ ὀκνηροί τῷ πνεύματι ζέοντες τῷ Κυρίῳ δουλεύοντες
12[an error occurred while processing this directive]12τῇ ἐλπίδι χαίροντες τῇ θλίψει ὑπομένοντες τῇ προσευχῇ προσκαρτεροῦντες
13[an error occurred while processing this directive]13ταῖς χρείαις τῶν ἁγίων κοινωνοῦντες τὴν φιλοξενίαν διώκοντες
14[an error occurred while processing this directive]14Εὐλογεῖτε τοὺς διώκοντας [ὑμᾶς] εὐλογεῖτε καὶ μὴ καταρᾶσθε
15[an error occurred while processing this directive]15χαίρειν μετὰ χαιρόντων κλαίειν μετὰ κλαιόντων
16[an error occurred while processing this directive]16τὸ αὐτὸ εἰς ἀλλήλους φρονοῦντες μὴ τὰ ὑψηλὰ φρονοῦντες ἀλλὰ τοῖς ταπεινοῖς συναπαγόμενοι μὴ γίνεσθε φρόνιμοι παρ’ ἑαυτοῖς
17[an error occurred while processing this directive]17μηδενὶ κακὸν ἀντὶ κακοῦ ἀποδιδόντες προνοούμενοι καλὰ ἐνώπιον πάντων ἀνθρώπων
18[an error occurred while processing this directive]18εἰ δυνατόν τὸ ἐξ ὑμῶν μετὰ πάντων ἀνθρώπων εἰρηνεύοντες
19[an error occurred while processing this directive]19μὴ ἑαυτοὺς ἐκδικοῦντες ἀγαπητοί ἀλλὰ δότε τόπον τῇ ὀργῇ γέγραπται γάρ Ἐμοὶ ἐκδίκησις ἐγὼ ἀνταποδώσω λέγει Κύριος
20[an error occurred while processing this directive]20Ἀλλὰ Ἐὰν πεινᾷ ἐχθρός σου ψώμιζε αὐτόν ἐὰν διψᾷ πότιζε αὐτόν τοῦτο γὰρ ποιῶν ἄνθρακας πυρὸς σωρεύσεις ἐπὶ τὴν κεφαλὴν αὐτοῦ
21[an error occurred while processing this directive]21Μὴ νικῶ ὑπὸ τοῦ κακοῦ ἀλλὰ νίκα ἐν τῷ ἀγαθῷ τὸ κακόν
[an error occurred while processing this directive]Greek and Hebrew Study Bible courtesy Bible Hub and the Discovery Bible team.
Romans 11
Top of Page
Top of Page