1 Corinthians 4
[an error occurred while processing this directive] Parallel GRK [BSB CSB ESV HCS KJV ISV NAS NET NIV NLT GRK]
[an error occurred while processing this directive]Greek Study Bible
1[an error occurred while processing this directive]1Οὕτως ἡμᾶς λογιζέσθω ἄνθρωπος ὡς ὑπηρέτας Χριστοῦ καὶ οἰκονόμους μυστηρίων Θεοῦ
2[an error occurred while processing this directive]2ὧδε λοιπὸν ζητεῖται ἐν τοῖς οἰκονόμοις ἵνα πιστός τις εὑρεθῇ
3[an error occurred while processing this directive]3Ἐμοὶ δὲ εἰς ἐλάχιστόν ἐστιν ἵνα ὑφ’ ὑμῶν ἀνακριθῶ ὑπὸ ἀνθρωπίνης ἡμέρας ἀλλ’ οὐδὲ ἐμαυτὸν ἀνακρίνω
4[an error occurred while processing this directive]4οὐδὲν γὰρ ἐμαυτῷ σύνοιδα ἀλλ’ οὐκ ἐν τούτῳ δεδικαίωμαι δὲ ἀνακρίνων με Κύριός ἐστιν
5[an error occurred while processing this directive]5Ὥστε μὴ πρὸ καιροῦ τι κρίνετε ἕως ἂν ἔλθῃ Κύριος ὃς καὶ φωτίσει τὰ κρυπτὰ τοῦ σκότους καὶ φανερώσει τὰς βουλὰς τῶν καρδιῶν καὶ τότε ἔπαινος γενήσεται ἑκάστῳ ἀπὸ τοῦ Θεοῦ
6[an error occurred while processing this directive]6Ταῦτα δέ ἀδελφοί μετεσχημάτισα εἰς ἐμαυτὸν καὶ Ἀπολλῶν δι’ ὑμᾶς ἵνα ἐν ἡμῖν μάθητε τό Μὴ ὑπὲρ γέγραπται ἵνα μὴ εἷς ὑπὲρ τοῦ ἑνὸς φυσιοῦσθε κατὰ τοῦ ἑτέρου
7[an error occurred while processing this directive]7τίς γάρ σε διακρίνει τί δὲ ἔχεις οὐκ ἔλαβες εἰ δὲ καὶ ἔλαβες τί καυχᾶσαι ὡς μὴ λαβών
8[an error occurred while processing this directive]8ἤδη κεκορεσμένοι ἐστέ ἤδη ἐπλουτήσατε χωρὶς ἡμῶν ἐβασιλεύσατε καὶ ὄφελόν γε ἐβασιλεύσατε ἵνα καὶ ἡμεῖς ὑμῖν συμβασιλεύσωμεν*
9[an error occurred while processing this directive]9δοκῶ γάρ Θεὸς ἡμᾶς τοὺς ἀποστόλους ἐσχάτους ἀπέδειξεν ὡς ἐπιθανατίους ὅτι θέατρον ἐγενήθημεν τῷ κόσμῳ καὶ ἀγγέλοις καὶ ἀνθρώποις
10[an error occurred while processing this directive]10Ἡμεῖς μωροὶ διὰ Χριστόν ὑμεῖς δὲ φρόνιμοι ἐν Χριστῷ ἡμεῖς ἀσθενεῖς ὑμεῖς δὲ ἰσχυροί ὑμεῖς ἔνδοξοι ἡμεῖς δὲ ἄτιμοι
11[an error occurred while processing this directive]11ἄχρι τῆς ἄρτι ὥρας καὶ πεινῶμεν καὶ διψῶμεν καὶ γυμνιτεύομεν καὶ κολαφιζόμεθα καὶ ἀστατοῦμεν
12[an error occurred while processing this directive]12καὶ κοπιῶμεν ἐργαζόμενοι ταῖς ἰδίαις χερσίν λοιδορούμενοι εὐλογοῦμεν διωκόμενοι ἀνεχόμεθα
13[an error occurred while processing this directive]13δυσφημούμενοι παρακαλοῦμεν ὡς περικαθάρματα τοῦ κόσμου ἐγενήθημεν πάντων περίψημα ἕως ἄρτι
14[an error occurred while processing this directive]14Οὐκ ἐντρέπων ὑμᾶς γράφω ταῦτα ἀλλ’ ὡς τέκνα μου ἀγαπητὰ νουθετῶν
15[an error occurred while processing this directive]15ἐὰν γὰρ μυρίους παιδαγωγοὺς ἔχητε ἐν Χριστῷ ἀλλ’ οὐ πολλοὺς πατέρας ἐν γὰρ Χριστῷ Ἰησοῦ διὰ τοῦ εὐαγγελίου ἐγὼ ὑμᾶς ἐγέννησα
16[an error occurred while processing this directive]16παρακαλῶ οὖν ὑμᾶς μιμηταί μου γίνεσθε
17[an error occurred while processing this directive]17Διὰ τοῦτο 〈αὐτὸ〉 ἔπεμψα ὑμῖν Τιμόθεον ὅς ἐστίν μου τέκνον ἀγαπητὸν καὶ πιστὸν ἐν Κυρίῳ ὃς ὑμᾶς ἀναμνήσει τὰς ὁδούς μου τὰς ἐν Χριστῷ Ἰησοῦ καθὼς πανταχοῦ ἐν πάσῃ ἐκκλησίᾳ διδάσκω
18[an error occurred while processing this directive]18Ὡς μὴ ἐρχομένου δέ μου πρὸς ὑμᾶς ἐφυσιώθησάν τινες
19[an error occurred while processing this directive]19ἐλεύσομαι δὲ ταχέως πρὸς ὑμᾶς ἐὰν Κύριος θελήσῃ καὶ γνώσομαι οὐ τὸν λόγον τῶν πεφυσιωμένων ἀλλὰ τὴν δύναμιν
20[an error occurred while processing this directive]20οὐ γὰρ ἐν λόγῳ βασιλεία τοῦ Θεοῦ ἀλλ’ ἐν δυνάμει
21[an error occurred while processing this directive]21τί θέλετε ἐν ῥάβδῳ ἔλθω πρὸς ὑμᾶς ἐν ἀγάπῃ πνεύματί τε πραΰτητος
[an error occurred while processing this directive]Greek and Hebrew Study Bible courtesy Bible Hub and the Discovery Bible team.
1 Corinthians 3
Top of Page
Top of Page