Par ▾

1 Ἰησοῦς δὲ ἐπορεύθη εἰς τὸ ὄρος τῶν ἐλαιῶν

2 Ὄρθρου δὲ πάλιν παρεγένετο εἰς τὸ ἱερόν καὶ πᾶς ὁ λαὸς ἤρχετο πρὸς αὐτόν καὶ καθίσας ἐδίδασκεν αὐτούς

3 ἄγουσιν* δὲ οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι 〈πρὸς αὐτὸν〉 γυναῖκα ἐπὶ* μοιχείᾳ κατειλημμένην καὶ στήσαντες αὐτὴν ἐν μέσῳ

4 λέγουσιν αὐτῷ Διδάσκαλε αὕτη ἡ γυνὴ κατείληπται* ἐπ’* αυτοφώρῳ* μοιχευομένη

5 ἐν δὲ τῷ νόμῳ Μωϋσῆς* ἡμῖν ἐνετείλατο τὰς τοιαύτας λιθάζειν* σὺ οὖν τί λέγεις

6 Τοῦτο δὲ ἔλεγον πειράζοντες αὐτόν ἵνα ἔχωσιν* κατηγορεῖν αὐτοῦ ὁ δὲ Ἰησοῦς κάτω κύψας τῷ δακτύλῳ κατέγραφεν* εἰς τὴν γῆν

7 Ὡς δὲ ἐπέμενον ἐρωτῶντες αὐτόν [ἀνέκυψεν καὶ εἶπεν αὐτοῖς] Ὁ ἀναμάρτητος ὑμῶν πρῶτος 〈τὸν〉 λίθον «ἐπ’ αὐτῇ βαλέτω»

8 καὶ πάλιν κάτω¦κύψας ἔγραφεν εἰς τὴν γῆν

9 Οἱ δὲ ἀκούσαντες 〈καὶ ὑπὸ τῆς συνειδήσεως ἐλεγχόμενοι〉 ἐξήρχοντο εἷς καθ‿ εἷς ἀρξάμενοι ἀπὸ τῶν πρεσβυτέρων 〈ἕως τῶν ἐσχάτων〉 καὶ κατελείφθη μόνος 〈ὁ Ἰησοῦς〉 καὶ ἡ γυνὴ ἐν μέσῳ οὖσα*

10 ἀνακύψας δὲ ὁ Ἰησοῦς 〈καὶ μηδένα θεασάμενος πλὴν τὴς γυναικὸς〉 εἶπεν αὐτῇ 〈Ἡ〉 Γύναι* ποῦ εἰσιν 〈ἐκεῖνοι οἱ κατήγοροί σου〉 οὐδείς σε κατέκρινεν

11 Ἡ δὲ εἶπεν Οὐδείς κύριε Εἶπεν* δὲ 〈αὐτῇ〉 ὁ Ἰησοῦς Οὐδὲ ἐγώ σε κατακρίνω πορεύου καὶ [ἀπὸ τοῦ νῦν] μηκέτι ἁμάρτανε

12 Πάλιν οὖν αὐτοῖς ἐλάλησεν ὁ Ἰησοῦς λέγων Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου ὁ ἀκολουθῶν ἐμοὶ* οὐ μὴ περιπατήσῃ ἐν τῇ σκοτίᾳ ἀλλ’ ἕξει τὸ φῶς τῆς ζωῆς

13 Εἶπον οὖν αὐτῷ οἱ Φαρισαῖοι Σὺ περὶ σεαυτοῦ μαρτυρεῖς ἡ μαρτυρία σου οὐκ ἔστιν ἀληθής

14 Ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτοῖς Κἂν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ ἀληθής ἐστιν ἡ μαρτυρία μου ὅτι οἶδα πόθεν ἦλθον καὶ ποῦ ὑπάγω ὑμεῖς δὲ οὐκ οἴδατε πόθεν ἔρχομαι ἢ ποῦ ὑπάγω

15 Ὑμεῖς κατὰ τὴν σάρκα κρίνετε ἐγὼ οὐ κρίνω οὐδένα

16 καὶ ἐὰν κρίνω δὲ ἐγώ ἡ κρίσις ἡ ἐμὴ ἀληθινή ἐστιν ὅτι μόνος οὐκ εἰμί ἀλλ’ ἐγὼ καὶ ὁ πέμψας με ‹πατήρ›

17 Καὶ ἐν τῷ νόμῳ δὲ τῷ ὑμετέρῳ γέγραπται ὅτι δύο ἀνθρώπων ἡ μαρτυρία ἀληθής ἐστιν

18 ἐγώ εἰμι ὁ μαρτυρῶν περὶ ἐμαυτοῦ καὶ μαρτυρεῖ περὶ ἐμοῦ ὁ πέμψας με Πατήρ

19 Ἔλεγον οὖν αὐτῷ Ποῦ ἐστιν ὁ Πατήρ σου Ἀπεκρίθη Ἰησοῦς Οὔτε ἐμὲ οἴδατε οὔτε τὸν Πατέρα μου εἰ ἐμὲ ᾔδειτε καὶ τὸν Πατέρα μου ἂν ᾔδειτε

John 8:1-19, Hebrew & Greek Study Bible. Public domain.
John 7
Top of Page
Top of Page










Copied