Par 

24 Πίστει Μωϋσῆς μέγας γενόμενος ἠρνήσατο λέγεσθαι υἱὸς θυγατρὸς Φαραώ

25 μᾶλλον ἑλόμενος συνκακουχεῖσθαι τῷ λαῷ τοῦ Θεοῦ πρόσκαιρον ἔχειν ἁμαρτίας ἀπόλαυσιν

26 μείζονα πλοῦτον ἡγησάμενος τῶν Αἰγύπτου θησαυρῶν τὸν ὀνειδισμὸν τοῦ Χριστοῦ ἀπέβλεπεν γὰρ εἰς τὴν μισθαποδοσίαν

27 Πίστει κατέλιπεν Αἴγυπτον μὴ φοβηθεὶς τὸν θυμὸν τοῦ βασιλέως τὸν γὰρ ἀόρατον ὡς ὁρῶν ἐκαρτέρησεν

28 Πίστει πεποίηκεν τὸ πάσχα καὶ τὴν πρόσχυσιν τοῦ αἵματος ἵνα μὴ ὀλοθρεύων τὰ πρωτότοκα θίγῃ αὐτῶν

29 Πίστει διέβησαν τὴν Ἐρυθρὰν Θάλασσαν ὡς διὰ ξηρᾶς γῆς ἧς πεῖραν λαβόντες οἱ Αἰγύπτιοι κατεπόθησαν

30 Πίστει τὰ τείχη Ἰεριχὼ ἔπεσαν κυκλωθέντα ἐπὶ ἑπτὰ ἡμέρας

31 Πίστει Ῥαὰβ πόρνη οὐ συναπώλετο τοῖς ἀπειθήσασιν δεξαμένη τοὺς κατασκόπους μετ’ εἰρήνης

32 Καὶ τί ἔτι λέγω ἐπιλείψει με γὰρ διηγούμενον χρόνος περὶ Γεδεών Βαράκ Σαμψών Ἰεφθάε Δαυίδ τε καὶ Σαμουὴλ καὶ τῶν προφητῶν

33 οἳ διὰ πίστεως κατηγωνίσαντο βασιλείας εἰργάσαντο* δικαιοσύνην ἐπέτυχον ἐπαγγελιῶν ἔφραξαν στόματα λεόντων

34 ἔσβεσαν δύναμιν πυρός ἔφυγον στόματα μαχαίρης ἐδυναμώθησαν ἀπὸ ἀσθενείας ἐγενήθησαν ἰσχυροὶ ἐν πολέμῳ παρεμβολὰς ἔκλιναν ἀλλοτρίων

35 Ἔλαβον γυναῖκες ἐξ ἀναστάσεως τοὺς νεκροὺς αὐτῶν ἄλλοι δὲ ἐτυμπανίσθησαν οὐ προσδεξάμενοι τὴν ἀπολύτρωσιν ἵνα κρείττονος ἀναστάσεως τύχωσιν

36 ἕτεροι δὲ ἐμπαιγμῶν καὶ μαστίγων πεῖραν ἔλαβον ἔτι δὲ δεσμῶν καὶ φυλακῆς

37 Ἐλιθάσθησαν 〈ἐπειράσθησαν〉 ἐπρίσθησαν ἐν φόνῳ μαχαίρης ἀπέθανον περιῆλθον ἐν μηλωταῖς ἐν αἰγείοις δέρμασιν ὑστερούμενοι θλιβόμενοι κακουχούμενοι

38 ὧν οὐκ ἦν ἄξιος κόσμος ἐπὶ ἐρημίαις πλανώμενοι καὶ ὄρεσιν καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς

39 Καὶ οὗτοι πάντες μαρτυρηθέντες διὰ τῆς πίστεως οὐκ ἐκομίσαντο τὴν ἐπαγγελίαν

40 τοῦ Θεοῦ περὶ ἡμῶν κρεῖττόν τι προβλεψαμένου ἵνα μὴ χωρὶς ἡμῶν τελειωθῶσιν

Hebrews 11:24-40, Hebrew & Greek Study Bible. Public domain.
Hebrews 10
Top of Page
Top of Page










Copied