| 1 |
Γίνεσθε οὖν μιμηταὶ τοῦ Θεοῦ ὡς τέκνα ἀγαπητά |
Be imitators of God, therefore, as beloved children, |
|
| 2 |
καὶ περιπατεῖτε ἐν ἀγάπῃ καθὼς καὶ ὁ Χριστὸς ἠγάπησεν ἡμᾶς* καὶ παρέδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν προσφορὰν καὶ θυσίαν τῷ Θεῷ εἰς ὀσμὴν εὐωδίας |
and walk in love, just as Christ loved us and gave Himself up for us as a fragrant sacrificial offering to God. |
|
| 3 |
Πορνεία δὲ καὶ ἀκαθαρσία πᾶσα ἢ πλεονεξία μηδὲ ὀνομαζέσθω ἐν ὑμῖν καθὼς πρέπει ἁγίοις |
But among you, as is proper among the saints, there must not be even a hint of sexual immorality, or of any kind of impurity, or of greed. |
|
| 4 |
καὶ αἰσχρότης καὶ μωρολογία ἢ εὐτραπελία ἃ οὐκ ἀνῆκεν ἀλλὰ μᾶλλον εὐχαριστία |
Nor should there be obscenity, foolish talk, or crude joking, which are out of character, but rather thanksgiving. |
|
| 5 |
τοῦτο γὰρ ἴστε γινώσκοντες ὅτι πᾶς πόρνος ἢ ἀκάθαρτος ἢ πλεονέκτης ὅ ἐστιν εἰδωλολάτρης οὐκ ἔχει κληρονομίαν ἐν τῇ βασιλείᾳ τοῦ Χριστοῦ καὶ Θεοῦ |
For of this you can be sure: No immoral, impure, or greedy person (that is, an idolater), has any inheritance in the kingdom of Christ and of God. |
|
| 6 |
Μηδεὶς ὑμᾶς ἀπατάτω κενοῖς λόγοις διὰ ταῦτα γὰρ ἔρχεται ἡ ὀργὴ τοῦ Θεοῦ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας |
Let no one deceive you with empty words, for because of such things the wrath of God is coming on the sons of disobedience. |
|
| 7 |
μὴ οὖν γίνεσθε συμμέτοχοι αὐτῶν |
Therefore do not be partakers with them. |
|
| 8 |
Ἦτε γάρ ποτε σκότος νῦν δὲ φῶς ἐν Κυρίῳ ὡς τέκνα φωτὸς περιπατεῖτε |
For you were once darkness, but now you are light in the Lord. Walk as children of light, |
|
| 9 |
ὁ γὰρ καρπὸς τοῦ φωτὸς ἐν πάσῃ ἀγαθωσύνῃ καὶ δικαιοσύνῃ καὶ ἀληθείᾳ |
for the fruit of the light consists in all goodness, righteousness, and truth. |
|
| 10 |
δοκιμάζοντες τί ἐστιν εὐάρεστον τῷ Κυρίῳ |
Test and prove what pleases the Lord. |
|
| 11 |
Καὶ μὴ συνκοινωνεῖτε τοῖς ἔργοις τοῖς ἀκάρποις τοῦ σκότους μᾶλλον δὲ καὶ ἐλέγχετε |
Have no fellowship with the fruitless deeds of darkness, but rather expose them. |
|
| 12 |
τὰ γὰρ κρυφῇ γινόμενα ὑπ’ αὐτῶν αἰσχρόν ἐστιν καὶ λέγειν |
For it is shameful even to mention what the disobedient do in secret. |
|
| 13 |
τὰ δὲ πάντα ἐλεγχόμενα ὑπὸ τοῦ φωτὸς φανεροῦται πᾶν γὰρ τὸ φανερούμενον φῶς ἐστιν |
But everything exposed by the light becomes visible, for everything that is illuminated becomes a light itself. |
|
| 14 |
διὸ λέγει Ἔγειρε ὁ καθεύδων καὶ ἀνάστα ἐκ τῶν νεκρῶν καὶ ἐπιφαύσει σοι ὁ Χριστός |
So it is said: “Wake up, O sleeper, rise up from the dead, and Christ will shine on you. |
|
| 15 |
Βλέπετε οὖν ἀκριβῶς πῶς περιπατεῖτε μὴ ὡς ἄσοφοι ἀλλ’ ὡς σοφοί |
Pay careful attention, then, to how you walk, not as unwise but as wise, |
|
| 16 |
ἐξαγοραζόμενοι τὸν καιρόν ὅτι αἱ ἡμέραι πονηραί εἰσιν |
redeeming the time, because the days are evil. |
|
| 17 |
διὰ τοῦτο μὴ γίνεσθε ἄφρονες ἀλλὰ συνίετε τί τὸ θέλημα τοῦ Κυρίου |
Therefore do not be foolish, but understand what the Lord’s will is. |
|
| 18 |
καὶ μὴ μεθύσκεσθε οἴνῳ ἐν ᾧ ἐστιν ἀσωτία ἀλλὰ πληροῦσθε ἐν Πνεύματι |
Do not get drunk on wine, which leads to reckless indiscretion. Instead, be filled with the Spirit. |
|
| 19 |
λαλοῦντες ἑαυτοῖς [ἐν] ψαλμοῖς καὶ ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς ᾄδοντες καὶ ψάλλοντες τῇ καρδίᾳ ὑμῶν τῷ Κυρίῳ |
Speak to one another with psalms, hymns, and spiritual songs. Sing and make music in your hearts to the Lord, |
|
| 20 |
εὐχαριστοῦντες πάντοτε ὑπὲρ πάντων ἐν ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τῷ Θεῷ καὶ Πατρί |
always giving thanks to God the Father for everything in the name of our Lord Jesus Christ. |
|
| 21 |
Ὑποτασσόμενοι ἀλλήλοις ἐν φόβῳ Χριστοῦ |
Submit to one another out of reverence for Christ. |
|
| 22 |
Αἱ γυναῖκες τοῖς ἰδίοις ἀνδράσιν ὡς τῷ Κυρίῳ |
Wives, submit to your husbands as to the Lord. |
|
| 23 |
ὅτι ἀνήρ ἐστιν κεφαλὴ τῆς γυναικὸς ὡς καὶ ὁ Χριστὸς κεφαλὴ τῆς ἐκκλησίας αὐτὸς σωτὴρ τοῦ σώματος |
For the husband is the head of the wife as Christ is the head of the church, His body, of which He is the Savior. |
|
| 24 |
ἀλλὰ ὡς ἡ ἐκκλησία ὑποτάσσεται τῷ Χριστῷ οὕτως καὶ αἱ γυναῖκες τοῖς ἀνδράσιν ἐν παντί |
Now as the church submits to Christ, so also wives should submit to their husbands in everything. |
|
| 25 |
Οἱ ἄνδρες ἀγαπᾶτε τὰς γυναῖκας καθὼς καὶ ὁ Χριστὸς ἠγάπησεν τὴν ἐκκλησίαν καὶ ἑαυτὸν παρέδωκεν ὑπὲρ αὐτῆς |
Husbands, love your wives, just as Christ loved the church and gave Himself up for her |
|
| 26 |
ἵνα αὐτὴν ἁγιάσῃ καθαρίσας τῷ λουτρῷ τοῦ ὕδατος ἐν ῥήματι |
to sanctify her, cleansing her by the washing with water through the word, |
|
| 27 |
ἵνα παραστήσῃ αὐτὸς ἑαυτῷ ἔνδοξον τὴν ἐκκλησίαν μὴ ἔχουσαν σπίλον ἢ ῥυτίδα ἤ τι τῶν τοιούτων ἀλλ’ ἵνα ᾖ ἁγία καὶ ἄμωμος |
and to present her to Himself as a glorious church, without stain or wrinkle or any such blemish, but holy and blameless. |
|
| 28 |
Οὕτως ὀφείλουσιν καὶ οἱ ἄνδρες ἀγαπᾶν τὰς ἑαυτῶν γυναῖκας ὡς τὰ ἑαυτῶν σώματα ὁ ἀγαπῶν τὴν ἑαυτοῦ γυναῖκα ἑαυτὸν ἀγαπᾷ |
In the same way, husbands ought to love their wives as their own bodies. He who loves his wife loves himself. |
|
| 29 |
οὐδεὶς γάρ ποτε τὴν ἑαυτοῦ σάρκα ἐμίσησεν ἀλλὰ ἐκτρέφει καὶ θάλπει αὐτήν καθὼς καὶ ὁ Χριστὸς τὴν ἐκκλησίαν |
Indeed, no one ever hated his own body, but he nourishes and cherishes it, just as Christ does the church. |
|
| 30 |
ὅτι μέλη ἐσμὲν τοῦ σώματος αὐτοῦ ⧼ἐκ τῆς σαρκὸς αὐτοῦ καὶ ἐκ τῶν ὀστέων αὐτοῦ⧽ |
For we are members of His body. |
|
| 31 |
Ἀντὶ τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα καὶ τὴν μητέρα καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν |
“For this reason a man will leave his father and mother and be united to his wife, and the two will become one flesh.” |
|
| 32 |
τὸ μυστήριον τοῦτο μέγα ἐστίν ἐγὼ δὲ λέγω εἰς Χριστὸν καὶ εἰς τὴν ἐκκλησίαν |
This mystery is profound, but I am speaking about Christ and the church. |
|
| 33 |
πλὴν καὶ ὑμεῖς οἱ καθ’ ἕνα ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα οὕτως ἀγαπάτω ὡς ἑαυτόν ἡ δὲ γυνὴ ἵνα φοβῆται τὸν ἄνδρα |
Nevertheless, each one of you also must love his wife as he loves himself, and the wife must respect her husband. |
|