Matthew 20:8-34Hebrew & Greek Study Bible Hebrew & Greek Study Bible ▾ AMP · Amplified Bible ASV · American Standard Version BAB · Berean Annotated Bible BLB · Berean Literal Bible BSB · Berean Standard Bible BSB STRONGS · BSB with Strong's CPDV · Catholic Public Domain Version CSB · Christian Standard Bible DRB · Douay-Rheims Bible ERV · English Revised Version ESV · English Standard Version GWT · God's Word Translation HCSB · Holman Christian Standard Bible HCSB STRONGS · HCSB with Strong's ISV · Intl. Standard Version KJV · King James Version KJV STRONGS · KJV with Strong's LSB · Legacy Standard Bible LSV · Literal Standard Version MSB · Majority Standard Bible NABRE · New American Bible Revised NASB · New American Standard Bible NASB77 · New American Standard 1977 NASB95 · New American Standard 1995 NASB95 STRONGS · NASB95 with Strong's NET · New English Translation NHEB · New Heart English Bible NIV · New International Version NKJV · New King James Version NLT · New Living Translation NRSVCE · NRSV Catholic Edition SLT · Smith's Literal Translation STUDY · Hebrew & Greek Study Bible WBT · Webster's Bible Translation WEB · World English Bible YLT · Young's Literal Translation YLT STRONGS · YLT with Strong's Par ▾ 8 Ὀψίας δὲ γενομένης λέγει ὁ κύριος τοῦ ἀμπελῶνος τῷ ἐπιτρόπῳ αὐτοῦ Κάλεσον τοὺς ἐργάτας καὶ ἀπόδος ‹αὐτοῖς› τὸν μισθόν ἀρξάμενος ἀπὸ τῶν ἐσχάτων ἕως τῶν πρώτων9 Καὶ* ἐλθόντες οἱ περὶ τὴν ἑνδεκάτην ὥραν ἔλαβον ἀνὰ δηνάριον10 καὶ ἐλθόντες οἱ πρῶτοι ἐνόμισαν ὅτι πλεῖον λήμψονται καὶ ἔλαβον τὸ ἀνὰ δηνάριον καὶ αὐτοί11 Λαβόντες δὲ ἐγόγγυζον κατὰ τοῦ οἰκοδεσπότου12 λέγοντες Οὗτοι οἱ ἔσχατοι μίαν ὥραν ἐποίησαν καὶ ἴσους αὐτοὺς ἡμῖν ἐποίησας τοῖς βαστάσασι τὸ βάρος τῆς ἡμέρας καὶ τὸν καύσωνα13 Ὁ δὲ ἀποκριθεὶς ἑνὶ αὐτῶν εἶπεν Ἑταῖρε οὐκ ἀδικῶ σε οὐχὶ δηναρίου συνεφώνησάς μοι14 ἆρον τὸ σὸν καὶ ὕπαγε θέλω δὲ τούτῳ τῷ ἐσχάτῳ δοῦναι ὡς καὶ σοί15 [ἢ] οὐκ ἔξεστίν μοι ὃ θέλω ποιῆσαι ἐν τοῖς ἐμοῖς ἢ ὁ ὀφθαλμός σου πονηρός ἐστιν ὅτι ἐγὼ ἀγαθός εἰμι16 Οὕτως ἔσονται οἱ ἔσχατοι πρῶτοι καὶ οἱ πρῶτοι ἔσχατοι ⧼πολλοὶ γάρ εἰσιν κλητοί ὀλίγοι δὲ ἐκλεκτοί⧽17 ‹Καὶ ἀναβαίνων ὁ› Ἰησοῦς εἰς Ἱεροσόλυμα παρέλαβεν τοὺς δώδεκα ‹μαθητὰς› κατ’ ἰδίαν καὶ ἐν τῇ ὁδῷ εἶπεν αὐτοῖς18 Ἰδοὺ ἀναβαίνομεν εἰς Ἱεροσόλυμα καὶ ὁ Υἱὸς τοῦ ἀνθρώπου παραδοθήσεται τοῖς ἀρχιερεῦσιν καὶ γραμματεῦσιν καὶ κατακρινοῦσιν αὐτὸν 〈εἰς〉 θανάτῳ*19 καὶ παραδώσουσιν αὐτὸν τοῖς ἔθνεσιν εἰς τὸ ἐμπαῖξαι καὶ μαστιγῶσαι καὶ σταυρῶσαι καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐγερθήσεται20 Τότε προσῆλθεν αὐτῷ ἡ μήτηρ τῶν υἱῶν Ζεβεδαίου μετὰ τῶν υἱῶν αὐτῆς προσκυνοῦσα καὶ αἰτοῦσά τι ἀπ’ αὐτοῦ21 Ὁ δὲ εἶπεν αὐτῇ Τί θέλεις Λέγει αὐτῷ Εἰπὲ ἵνα καθίσωσιν οὗτοι οἱ δύο υἱοί μου εἷς ἐκ δεξιῶν ‹σου› καὶ εἷς ἐξ εὐωνύμων σου ἐν τῇ βασιλείᾳ σου22 Ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν Οὐκ οἴδατε τί αἰτεῖσθε δύνασθε πιεῖν τὸ ποτήριον ὃ ἐγὼ μέλλω πίνειν ⧼ἢ τὸ βάπτισμα ὃ ἐγὼ βαπτίζομαι βαπτισθῆναι⧽ Λέγουσιν αὐτῷ Δυνάμεθα23 Λέγει αὐτοῖς Τὸ μὲν ποτήριόν μου πίεσθε ⧼βάπτισμα ὃ ἐγὼ βαπτίζομαι βαπτισθήσεσθε⧽ τὸ δὲ καθίσαι ἐκ δεξιῶν μου καὶ ἐξ εὐωνύμων οὐκ ἔστιν ἐμὸν τοῦτο δοῦναι ἀλλ’ οἷς ἡτοίμασται ὑπὸ τοῦ Πατρός μου24 Καὶ ἀκούσαντες οἱ δέκα ἠγανάκτησαν περὶ τῶν δύο ἀδελφῶν25 ὁ δὲ Ἰησοῦς προσκαλεσάμενος αὐτοὺς εἶπεν Οἴδατε ὅτι οἱ ἄρχοντες τῶν ἐθνῶν κατακυριεύουσιν αὐτῶν καὶ οἱ μεγάλοι κατεξουσιάζουσιν αὐτῶν26 οὐχ οὕτως ἔσται* ἐν ὑμῖν ἀλλ’ ὃς ἐὰν θέλῃ ἐν ὑμῖν μέγας γενέσθαι ἔσται ὑμῶν διάκονος27 καὶ ὃς ἂν θέλῃ ἐν ὑμῖν εἶναι πρῶτος ἔσται ὑμῶν δοῦλος28 ὥσπερ ὁ Υἱὸς τοῦ ἀνθρώπου οὐκ ἦλθεν διακονηθῆναι ἀλλὰ διακονῆσαι καὶ δοῦναι τὴν ψυχὴν αὐτοῦ λύτρον ἀντὶ πολλῶν29 Καὶ ἐκπορευομένων αὐτῶν ἀπὸ Ἰεριχὼ ἠκολούθησεν αὐτῷ ὄχλος πολύς30 καὶ ἰδοὺ δύο τυφλοὶ καθήμενοι παρὰ τὴν ὁδόν ἀκούσαντες ὅτι Ἰησοῦς παράγει ἔκραξαν λέγοντες Κύριε «ἐλέησον ἡμᾶς» υἱὸς Δαυίδ31 Ὁ δὲ ὄχλος ἐπετίμησεν αὐτοῖς ἵνα σιωπήσωσιν οἱ δὲ μεῖζον ἔκραξαν λέγοντες Κύριε «ἐλέησον ἡμᾶς» υἱὸς Δαυίδ32 Καὶ στὰς ὁ Ἰησοῦς ἐφώνησεν αὐτοὺς καὶ εἶπεν Τί θέλετε ποιήσω ὑμῖν33 Λέγουσιν αὐτῷ Κύριε ἵνα ἀνοιγῶσιν οἱ ὀφθαλμοὶ ἡμῶν34 Σπλαγχνισθεὶς δὲ ὁ Ἰησοῦς ἥψατο τῶν ὀμμάτων αὐτῶν καὶ εὐθέως ἀνέβλεψαν καὶ ἠκολούθησαν αὐτῷ ← Show Verses 1 - 7 Full chapter Parallel translations Study & commentary Cross-references Matthew 20:8-34, Hebrew & Greek Study Bible. Public domain.