Romans 16
[an error occurred while processing this directive] Parallel GRK [BSB CSB ESV HCS KJV ISV NAS NET NIV NLT GRK]
[an error occurred while processing this directive]Greek Study Bible
1[an error occurred while processing this directive]1Συνίστημι δὲ ὑμῖν Φοίβην τὴν ἀδελφὴν ἡμῶν οὖσαν ‹καὶ› διάκονον τῆς ἐκκλησίας τῆς ἐν Κενχρεαῖς
2[an error occurred while processing this directive]2ἵνα αὐτὴν προσδέξησθε ἐν Κυρίῳ ἀξίως τῶν ἁγίων καὶ παραστῆτε αὐτῇ ἐν ἂν ὑμῶν χρῄζῃ πράγματι καὶ γὰρ αὐτὴ προστάτις πολλῶν ἐγενήθη καὶ ἐμοῦ αὐτοῦ
3[an error occurred while processing this directive]3Ἀσπάσασθε Πρίσκαν καὶ Ἀκύλαν τοὺς συνεργούς μου ἐν Χριστῷ Ἰησοῦ
4[an error occurred while processing this directive]4οἵτινες ὑπὲρ τῆς ψυχῆς μου τὸν ἑαυτῶν τράχηλον ὑπέθηκαν οἷς οὐκ ἐγὼ μόνος εὐχαριστῶ ἀλλὰ καὶ πᾶσαι αἱ ἐκκλησίαι τῶν ἐθνῶν
5[an error occurred while processing this directive]5καὶ τὴν κατ’ οἶκον αὐτῶν ἐκκλησίαν Ἀσπάσασθε Ἐπαίνετον τὸν ἀγαπητόν μου ὅς ἐστιν ἀπαρχὴ τῆς Ἀσίας εἰς Χριστόν
6[an error occurred while processing this directive]6Ἀσπάσασθε Μαριάν ἥτις πολλὰ ἐκοπίασεν εἰς ὑμᾶς
7[an error occurred while processing this directive]7Ἀσπάσασθε Ἀνδρόνικον καὶ Ἰουνίαν τοὺς συγγενεῖς μου καὶ συναιχμαλώτους μου οἵτινές εἰσιν ἐπίσημοι ἐν τοῖς ἀποστόλοις οἳ καὶ πρὸ ἐμοῦ γέγοναν ἐν Χριστῷ
8[an error occurred while processing this directive]8Ἀσπάσασθε Ἀμπλιᾶτον τὸν ἀγαπητόν μου ἐν Κυρίῳ
9[an error occurred while processing this directive]9Ἀσπάσασθε Οὐρβανὸν τὸν συνεργὸν ἡμῶν ἐν Χριστῷ καὶ Στάχυν τὸν ἀγαπητόν μου
10[an error occurred while processing this directive]10Ἀσπάσασθε Ἀπελλῆν τὸν δόκιμον ἐν Χριστῷ Ἀσπάσασθε τοὺς ἐκ τῶν Ἀριστοβούλου
11[an error occurred while processing this directive]11Ἀσπάσασθε Ἡρῳδίωνα τὸν συγγενῆ μου Ἀσπάσασθε τοὺς ἐκ τῶν Ναρκίσσου τοὺς ὄντας ἐν Κυρίῳ
12[an error occurred while processing this directive]12Ἀσπάσασθε Τρύφαιναν καὶ Τρυφῶσαν τὰς κοπιώσας ἐν Κυρίῳ Ἀσπάσασθε Περσίδα τὴν ἀγαπητήν ἥτις πολλὰ ἐκοπίασεν ἐν Κυρίῳ
13[an error occurred while processing this directive]13Ἀσπάσασθε Ῥοῦφον τὸν ἐκλεκτὸν ἐν Κυρίῳ καὶ τὴν μητέρα αὐτοῦ καὶ ἐμοῦ
14[an error occurred while processing this directive]14Ἀσπάσασθε Ἀσύνκριτον Φλέγοντα Ἑρμῆν Πατρόβαν Ἑρμᾶν καὶ τοὺς σὺν αὐτοῖς ἀδελφούς
15[an error occurred while processing this directive]15Ἀσπάσασθε Φιλόλογον καὶ Ἰουλίαν Νηρέα καὶ τὴν ἀδελφὴν αὐτοῦ καὶ Ὀλυμπᾶν καὶ τοὺς σὺν αὐτοῖς πάντας ἁγίους
16[an error occurred while processing this directive]16Ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἁγίῳ Ἀσπάζονται ὑμᾶς αἱ ἐκκλησίαι πᾶσαι τοῦ Χριστοῦ
17[an error occurred while processing this directive]17Παρακαλῶ δὲ ὑμᾶς ἀδελφοί σκοπεῖν τοὺς τὰς διχοστασίας καὶ τὰ σκάνδαλα παρὰ τὴν διδαχὴν ἣν ὑμεῖς ἐμάθετε ποιοῦντας καὶ ἐκκλίνετε ἀπ’ αὐτῶν
18[an error occurred while processing this directive]18οἱ γὰρ τοιοῦτοι τῷ Κυρίῳ ἡμῶν Χριστῷ οὐ δουλεύουσιν ἀλλὰ τῇ ἑαυτῶν κοιλίᾳ καὶ διὰ τῆς χρηστολογίας καὶ εὐλογίας ἐξαπατῶσιν τὰς καρδίας τῶν ἀκάκων
19[an error occurred while processing this directive]19 γὰρ ὑμῶν ὑπακοὴ εἰς πάντας ἀφίκετο ἐφ’ ὑμῖν οὖν χαίρω θέλω δὲ ὑμᾶς σοφοὺς (μὲν) εἶναι εἰς τὸ ἀγαθόν ἀκεραίους δὲ εἰς τὸ κακόν
20[an error occurred while processing this directive]20 δὲ Θεὸς τῆς εἰρήνης συντρίψει τὸν Σατανᾶν ὑπὸ τοὺς πόδας ὑμῶν ἐν τάχει χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ ‹Χριστοῦ› μεθ’ ὑμῶν
21[an error occurred while processing this directive]21Ἀσπάζεται ὑμᾶς Τιμόθεος συνεργός μου καὶ Λούκιος καὶ Ἰάσων καὶ Σωσίπατρος οἱ συγγενεῖς μου
22[an error occurred while processing this directive]22Ἀσπάζομαι ὑμᾶς ἐγὼ Τέρτιος γράψας τὴν ἐπιστολὴν ἐν Κυρίῳ
23[an error occurred while processing this directive]23Ἀσπάζεται ὑμᾶς Γάϊος ξένος μου καὶ ὅλης τῆς ἐκκλησίας Ἀσπάζεται ὑμᾶς Ἔραστος οἰκονόμος τῆς πόλεως καὶ Κούαρτος ἀδελφός
24[an error occurred while processing this directive]24‹Ἡ χάρις τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ πάντων ὑμῶν Ἀμήν›
25[an error occurred while processing this directive]25Τῷ δὲ δυναμένῳ ὑμᾶς στηρίξαι κατὰ τὸ εὐαγγέλιόν μου καὶ τὸ κήρυγμα Ἰησοῦ Χριστοῦ κατὰ ἀποκάλυψιν μυστηρίου χρόνοις αἰωνίοις σεσιγημένου
26[an error occurred while processing this directive]26φανερωθέντος δὲ νῦν διά τε γραφῶν προφητικῶν κατ’ ἐπιταγὴν τοῦ αἰωνίου Θεοῦ εἰς ὑπακοὴν πίστεως εἰς πάντα τὰ ἔθνη γνωρισθέντος
27[an error occurred while processing this directive]27μόνῳ σοφῷ Θεῷ διὰ Ἰησοῦ Χριστοῦ δόξα εἰς τοὺς αἰῶνας 〈τῶν αἰώνων〉 ἀμήν
[an error occurred while processing this directive]Greek and Hebrew Study Bible courtesy Bible Hub and the Discovery Bible team.
Romans 15
Top of Page
Top of Page