1 Corinthians 12
[an error occurred while processing this directive] Parallel GRK [BSB CSB ESV HCS KJV ISV NAS NET NIV NLT GRK]
[an error occurred while processing this directive]Greek Study Bible
1[an error occurred while processing this directive]1Περὶ δὲ τῶν πνευματικῶν ἀδελφοί οὐ θέλω ὑμᾶς ἀγνοεῖν
2[an error occurred while processing this directive]2Οἴδατε ὅτι ὅτε ἔθνη ἦτε πρὸς τὰ εἴδωλα τὰ ἄφωνα ὡς ἂν ἤγεσθε ἀπαγόμενοι
3[an error occurred while processing this directive]3διὸ γνωρίζω ὑμῖν ὅτι οὐδεὶς ἐν Πνεύματι Θεοῦ λαλῶν λέγει Αναθεμα ΙΗΣΟΥΣ καὶ οὐδεὶς δύναται εἰπεῖν Κυριος ΙΗΣΟΥΣ εἰ μὴ ἐν Πνεύματι Ἁγίῳ
4[an error occurred while processing this directive]4Διαιρέσεις δὲ χαρισμάτων εἰσίν τὸ δὲ αὐτὸ Πνεῦμα
5[an error occurred while processing this directive]5καὶ διαιρέσεις διακονιῶν εἰσιν καὶ αὐτὸς Κύριος
6[an error occurred while processing this directive]6καὶ διαιρέσεις ἐνεργημάτων εἰσίν (καὶ) δὲ αὐτὸς Θεός ἐνεργῶν τὰ πάντα ἐν πᾶσιν
7[an error occurred while processing this directive]7Ἑκάστῳ δὲ δίδοται φανέρωσις τοῦ Πνεύματος πρὸς τὸ συμφέρον
8[an error occurred while processing this directive]8 μὲν γὰρ διὰ τοῦ Πνεύματος δίδοται λόγος σοφίας ἄλλῳ δὲ λόγος γνώσεως κατὰ τὸ αὐτὸ Πνεῦμα
9[an error occurred while processing this directive]9ἑτέρῳ πίστις ἐν τῷ αὐτῷ Πνεύματι ἄλλῳ δὲ χαρίσματα ἰαμάτων ἐν τῷ ἑνὶ Πνεύματι
10[an error occurred while processing this directive]10ἄλλῳ δὲ ἐνεργήματα δυνάμεων ἄλλῳ δὲ προφητεία ἄλλῳ δὲ διακρίσεις πνευμάτων ἑτέρῳ γένη γλωσσῶν ἄλλῳ δὲ ἑρμηνεία γλωσσῶν
11[an error occurred while processing this directive]11πάντα δὲ ταῦτα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται
12[an error occurred while processing this directive]12Καθάπερ γὰρ τὸ σῶμα ἕν ἐστιν καὶ μέλη πολλὰ ἔχει πάντα δὲ τὰ μέλη τοῦ σώματος πολλὰ ὄντα ἕν ἐστιν σῶμα οὕτως καὶ Χριστός
13[an error occurred while processing this directive]13καὶ γὰρ ἐν ἑνὶ Πνεύματι ἡμεῖς πάντες εἰς ἓν σῶμα ἐβαπτίσθημεν εἴτε Ἰουδαῖοι εἴτε Ἕλληνες εἴτε δοῦλοι εἴτε ἐλεύθεροι καὶ πάντες ἓν Πνεῦμα ἐποτίσθημεν
14[an error occurred while processing this directive]14Καὶ γὰρ τὸ σῶμα οὐκ ἔστιν ἓν μέλος ἀλλὰ πολλά
15[an error occurred while processing this directive]15ἐὰν εἴπῃ πούς Ὅτι οὐκ εἰμὶ χείρ οὐκ εἰμὶ ἐκ τοῦ σώματος οὐ παρὰ τοῦτο οὐκ ἔστιν ἐκ τοῦ σώματος
16[an error occurred while processing this directive]16καὶ ἐὰν εἴπῃ τὸ οὖς Ὅτι οὐκ εἰμὶ ὀφθαλμός οὐκ εἰμὶ ἐκ τοῦ σώματος οὐ παρὰ τοῦτο οὐκ ἔστιν ἐκ τοῦ σώματος
17[an error occurred while processing this directive]17εἰ ὅλον τὸ σῶμα ὀφθαλμός ποῦ ἀκοή εἰ ὅλον ἀκοή ποῦ ὄσφρησις
18[an error occurred while processing this directive]18Νυνὶ* δὲ Θεὸς ἔθετο τὰ μέλη ἓν ἕκαστον αὐτῶν ἐν τῷ σώματι καθὼς ἠθέλησεν
19[an error occurred while processing this directive]19εἰ δὲ ἦν τὰ πάντα ἓν μέλος ποῦ τὸ σῶμα
20[an error occurred while processing this directive]20νῦν δὲ πολλὰ μὲν μέλη ἓν δὲ σῶμα
21[an error occurred while processing this directive]21Οὐ δύναται δὲ ὀφθαλμὸς εἰπεῖν τῇ χειρί Χρείαν σου οὐκ ἔχω πάλιν κεφαλὴ τοῖς ποσίν Χρείαν ὑμῶν οὐκ ἔχω
22[an error occurred while processing this directive]22ἀλλὰ πολλῷ μᾶλλον τὰ δοκοῦντα μέλη τοῦ σώματος ἀσθενέστερα ὑπάρχειν ἀναγκαῖά ἐστιν
23[an error occurred while processing this directive]23καὶ δοκοῦμεν ἀτιμότερα εἶναι τοῦ σώματος τούτοις τιμὴν περισσοτέραν περιτίθεμεν καὶ τὰ ἀσχήμονα ἡμῶν εὐσχημοσύνην περισσοτέραν ἔχει
24[an error occurred while processing this directive]24τὰ δὲ εὐσχήμονα ἡμῶν οὐ χρείαν ἔχει Ἀλλὰ θεὸς συνεκέρασεν τὸ σῶμα τῷ ὑστερουμένῳ περισσοτέραν δοὺς τιμήν
25[an error occurred while processing this directive]25ἵνα μὴ σχίσμα ἐν τῷ σώματι ἀλλὰ τὸ αὐτὸ ὑπὲρ ἀλλήλων μεριμνῶσιν τὰ μέλη
26[an error occurred while processing this directive]26καὶ εἴτε πάσχει ἓν μέλος συμπάσχει πάντα τὰ μέλη εἴτε δοξάζεται [ἓν] μέλος συνχαίρει πάντα τὰ μέλη
27[an error occurred while processing this directive]27Ὑμεῖς δέ ἐστε σῶμα Χριστοῦ καὶ μέλη ἐκ μέρους
28[an error occurred while processing this directive]28Καὶ οὓς μὲν ἔθετο Θεὸς ἐν τῇ ἐκκλησίᾳ πρῶτον ἀποστόλους δεύτερον προφήτας τρίτον διδασκάλους ἔπειτα δυνάμεις ἔπειτα χαρίσματα ἰαμάτων ἀντιλήμψεις κυβερνήσεις γένη γλωσσῶν
29[an error occurred while processing this directive]29μὴ πάντες ἀπόστολοι μὴ πάντες προφῆται μὴ πάντες διδάσκαλοι μὴ πάντες δυνάμεις
30[an error occurred while processing this directive]30μὴ πάντες χαρίσματα ἔχουσιν ἰαμάτων μὴ πάντες γλώσσαις λαλοῦσιν μὴ πάντες διερμηνεύουσιν
31[an error occurred while processing this directive]31ζηλοῦτε δὲ τὰ χαρίσματα τὰ μείζονα Καὶ ἔτι καθ’ ὑπερβολὴν ὁδὸν ὑμῖν δείκνυμι
[an error occurred while processing this directive]Greek and Hebrew Study Bible courtesy Bible Hub and the Discovery Bible team.
1 Corinthians 11
Top of Page
Top of Page