1 Ἰησοῦς δὲ ἐπορεύθη εἰς τὸ ὄρος τῶν ἐλαιῶν

2 Ὄρθρου δὲ πάλιν παρεγένετο εἰς τὸ ἱερόν καὶ πᾶς λαὸς ἤρχετο πρὸς αὐτόν καὶ καθίσας ἐδίδασκεν αὐτούς

3 ἄγουσιν* δὲ οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι 〈πρὸς αὐτὸν〉 γυναῖκα ἐπὶ* μοιχείᾳ κατειλημμένην καὶ στήσαντες αὐτὴν ἐν μέσῳ

4 λέγουσιν αὐτῷ Διδάσκαλε αὕτη γυνὴ κατείληπται* ἐπ’* αυτοφώρῳ* μοιχευομένη

5 ἐν δὲ τῷ νόμῳ Μωϋσῆς* ἡμῖν ἐνετείλατο τὰς τοιαύτας λιθάζειν* σὺ οὖν τί λέγεις

6 Τοῦτο δὲ ἔλεγον πειράζοντες αὐτόν ἵνα ἔχωσιν* κατηγορεῖν αὐτοῦ δὲ Ἰησοῦς κάτω κύψας τῷ δακτύλῳ κατέγραφεν* εἰς τὴν γῆν

7 Ὡς δὲ ἐπέμενον ἐρωτῶντες αὐτόν [ἀνέκυψεν καὶ εἶπεν αὐτοῖς] ἀναμάρτητος ὑμῶν πρῶτος 〈τὸν〉 λίθον «ἐπ’ αὐτῇ βαλέτω»

8 καὶ πάλιν κάτω¦κύψας ἔγραφεν εἰς τὴν γῆν

9 Οἱ δὲ ἀκούσαντες 〈καὶ ὑπὸ τῆς συνειδήσεως ἐλεγχόμενοι〉 ἐξήρχοντο εἷς καθ‿ εἷς ἀρξάμενοι ἀπὸ τῶν πρεσβυτέρων 〈ἕως τῶν ἐσχάτων〉 καὶ κατελείφθη μόνος 〈ὁ Ἰησοῦς〉 καὶ γυνὴ ἐν μέσῳ οὖσα*

10 ἀνακύψας δὲ Ἰησοῦς 〈καὶ μηδένα θεασάμενος πλὴν τὴς γυναικὸς〉 εἶπεν αὐτῇ 〈Ἡ〉 Γύναι* ποῦ εἰσιν 〈ἐκεῖνοι οἱ κατήγοροί σου〉 οὐδείς σε κατέκρινεν

11 δὲ εἶπεν Οὐδείς κύριε Εἶπεν* δὲ 〈αὐτῇ〉 Ἰησοῦς Οὐδὲ ἐγώ σε κατακρίνω πορεύου καὶ [ἀπὸ τοῦ νῦν] μηκέτι ἁμάρτανε

12 Πάλιν οὖν αὐτοῖς ἐλάλησεν Ἰησοῦς λέγων Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου ἀκολουθῶν ἐμοὶ* οὐ μὴ περιπατήσῃ ἐν τῇ σκοτίᾳ ἀλλ’ ἕξει τὸ φῶς τῆς ζωῆς

13 Εἶπον οὖν αὐτῷ οἱ Φαρισαῖοι Σὺ περὶ σεαυτοῦ μαρτυρεῖς μαρτυρία σου οὐκ ἔστιν ἀληθής

14 Ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτοῖς Κἂν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ ἀληθής ἐστιν μαρτυρία μου ὅτι οἶδα πόθεν ἦλθον καὶ ποῦ ὑπάγω ὑμεῖς δὲ οὐκ οἴδατε πόθεν ἔρχομαι ποῦ ὑπάγω

John 8:1-14, Hebrew & Greek Study Bible. Public domain.
John 7
Top of Page
Top of Page
Copied