35 Εἶπεν αὐτοῖς Ἰησοῦς Ἐγώ εἰμι ἄρτος τῆς ζωῆς ἐρχόμενος πρὸς ἐμὲ οὐ μὴ πεινάσῃ καὶ πιστεύων εἰς ἐμὲ οὐ μὴ διψήσει πώποτε

36 ἀλλ’ εἶπον ὑμῖν ὅτι καὶ ἑωράκατέ με καὶ οὐ πιστεύετε

37 Πᾶν δίδωσίν μοι Πατὴρ πρὸς ἐμὲ ἥξει καὶ τὸν ἐρχόμενον πρός με οὐ μὴ ἐκβάλω ἔξω

38 ὅτι καταβέβηκα ἀπὸ τοῦ οὐρανοῦ οὐχ ἵνα ποιῶ τὸ θέλημα τὸ ἐμὸν ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με

39 Τοῦτο δέ ἐστιν τὸ θέλημα τοῦ πέμψαντός με ἵνα πᾶν δέδωκέν μοι μὴ ἀπολέσω ἐξ αὐτοῦ ἀλλὰ ἀναστήσω αὐτὸ ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ

40 τοῦτο γάρ ἐστιν τὸ θέλημα τοῦ Πατρός μου ἵνα πᾶς θεωρῶν τὸν Υἱὸν καὶ πιστεύων εἰς αὐτὸν ἔχῃ ζωὴν αἰώνιον καὶ ἀναστήσω αὐτὸν ἐγὼ ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ

41 Ἐγόγγυζον οὖν οἱ Ἰουδαῖοι περὶ αὐτοῦ ὅτι εἶπεν Ἐγώ εἰμι ἄρτος καταβὰς ἐκ τοῦ οὐρανοῦ

42 καὶ ἔλεγον Οὐχ οὗτός ἐστιν Ἰησοῦς υἱὸς Ἰωσήφ οὗ ἡμεῖς οἴδαμεν τὸν πατέρα καὶ τὴν μητέρα πῶς νῦν λέγει ὅτι Ἐκ τοῦ οὐρανοῦ καταβέβηκα

43 Ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτοῖς Μὴ γογγύζετε μετ’ ἀλλήλων

44 οὐδεὶς δύναται ἐλθεῖν πρός με ἐὰν μὴ Πατὴρ πέμψας με ἑλκύσῃ αὐτόν κἀγὼ ἀναστήσω αὐτὸν ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ

45 ἔστιν γεγραμμένον ἐν τοῖς προφήταις Καὶ ἔσονται πάντες διδακτοὶ Θεοῦ πᾶς ἀκούσας παρὰ τοῦ Πατρὸς καὶ μαθὼν ἔρχεται πρὸς ἐμέ

46 οὐχ ὅτι τὸν Πατέρα ἑώρακέν τις εἰ μὴ ὢν παρὰ τοῦ Θεοῦ οὗτος ἑώρακεν τὸν Πατέρα

47 Ἀμὴν ἀμὴν λέγω ὑμῖν πιστεύων ἔχει ζωὴν αἰώνιον

48 ἐγώ εἰμι ἄρτος τῆς ζωῆς

49 οἱ πατέρες ὑμῶν ἔφαγον ἐν τῇ ἐρήμῳ τὸ μάννα καὶ ἀπέθανον

50 οὗτός ἐστιν ἄρτος ἐκ τοῦ οὐρανοῦ καταβαίνων ἵνα τις ἐξ αὐτοῦ φάγῃ καὶ μὴ ἀποθάνῃ

51 ἐγώ εἰμι ἄρτος ζῶν ἐκ τοῦ οὐρανοῦ καταβάς ἐάν τις φάγῃ ἐκ τούτου τοῦ ἄρτου ζήσει εἰς τὸν αἰῶνα καὶ ἄρτος δὲ ὃν ἐγὼ δώσω σάρξ μού ἐστιν ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς

52 Ἐμάχοντο οὖν πρὸς ἀλλήλους οἱ Ἰουδαῖοι λέγοντες Πῶς δύναται οὗτος ἡμῖν δοῦναι τὴν σάρκα ‹αὐτοῦ› φαγεῖν

53 Εἶπεν οὖν αὐτοῖς Ἰησοῦς Ἀμὴν ἀμὴν λέγω ὑμῖν ἐὰν μὴ φάγητε τὴν σάρκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου καὶ πίητε αὐτοῦ τὸ αἷμα οὐκ ἔχετε ζωὴν ἐν ἑαυτοῖς

54 τρώγων μου τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα ἔχει ζωὴν αἰώνιον κἀγὼ ἀναστήσω αὐτὸν τῇ ἐσχάτῃ ἡμέρᾳ

55 γὰρ σάρξ μου ἀληθής ἐστιν βρῶσις καὶ τὸ αἷμά μου ἀληθής ἐστιν πόσις

56 τρώγων μου τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα ἐν ἐμοὶ μένει κἀγὼ ἐν αὐτῷ

57 καθὼς ἀπέστειλέν με ζῶν Πατὴρ κἀγὼ ζῶ διὰ τὸν Πατέρα καὶ τρώγων με κἀκεῖνος ζήσει δι’ ἐμέ

58 οὗτός ἐστιν ἄρτος ἐξ οὐρανοῦ καταβάς οὐ καθὼς ἔφαγον οἱ πατέρες καὶ ἀπέθανον τρώγων τοῦτον τὸν ἄρτον ζήσει εἰς τὸν αἰῶνα

59 Ταῦτα εἶπεν ἐν συναγωγῇ διδάσκων ἐν Καφαρναούμ

60 Πολλοὶ οὖν ἀκούσαντες ἐκ τῶν μαθητῶν αὐτοῦ εἶπαν Σκληρός ἐστιν λόγος οὗτος τίς δύναται αὐτοῦ ἀκούειν

61 Εἰδὼς δὲ Ἰησοῦς ἐν ἑαυτῷ ὅτι γογγύζουσιν περὶ τούτου οἱ μαθηταὶ αὐτοῦ εἶπεν αὐτοῖς Τοῦτο ὑμᾶς σκανδαλίζει

62 ἐὰν οὖν θεωρῆτε τὸν Υἱὸν τοῦ ἀνθρώπου ἀναβαίνοντα ὅπου ἦν τὸ πρότερον

63 Τὸ πνεῦμά ἐστιν τὸ ζωοποιοῦν σὰρξ οὐκ ὠφελεῖ οὐδέν τὰ ῥήματα ἐγὼ λελάληκα ὑμῖν πνεῦμά ἐστιν καὶ ζωή ἐστιν

64 ἀλλ’ εἰσὶν ἐξ ὑμῶν τινες οἳ οὐ πιστεύουσιν ᾔδει γὰρ ἐξ ἀρχῆς Ἰησοῦς τίνες εἰσὶν οἱ μὴ πιστεύοντες καὶ τίς ἐστιν παραδώσων αὐτόν

65 Καὶ ἔλεγεν Διὰ τοῦτο εἴρηκα ὑμῖν ὅτι οὐδεὶς δύναται ἐλθεῖν πρός με ἐὰν μὴ δεδομένον αὐτῷ ἐκ τοῦ Πατρός

66 Ἐκ τούτου πολλοὶ ‹ἐκ› τῶν μαθητῶν αὐτοῦ ἀπῆλθον εἰς τὰ ὀπίσω καὶ οὐκέτι μετ’ αὐτοῦ περιεπάτουν

67 εἶπεν οὖν Ἰησοῦς τοῖς δώδεκα Μὴ καὶ ὑμεῖς θέλετε ὑπάγειν

68 Ἀπεκρίθη αὐτῷ Σίμων Πέτρος Κύριε πρὸς τίνα ἀπελευσόμεθα ῥήματα ζωῆς αἰωνίου ἔχεις

69 καὶ ἡμεῖς πεπιστεύκαμεν καὶ ἐγνώκαμεν ὅτι σὺ εἶ Ἅγιος τοῦ Θεοῦ

70 Ἀπεκρίθη αὐτοῖς Ἰησοῦς Οὐκ ἐγὼ ὑμᾶς τοὺς δώδεκα ἐξελεξάμην καὶ ἐξ ὑμῶν εἷς διάβολός ἐστιν

71 ἔλεγεν δὲ τὸν Ἰούδαν Σίμωνος Ἰσκαριώτου οὗτος γὰρ ἔμελλεν παραδιδόναι αὐτόν εἷς ἐκ τῶν δώδεκα

John 6:35-71, Hebrew & Greek Study Bible. Public domain.
John 5
Top of Page
Top of Page
Copied