Galatians 4:4-31Hebrew & Greek Study Bible Hebrew & Greek Study Bible ▾ AMP · Amplified Bible ASV · American Standard Version BAB · Berean Annotated Bible BLB · Berean Literal Bible BSB · Berean Standard Bible BSB STRONGS · BSB with Strong's CPDV · Catholic Public Domain Version CSB · Christian Standard Bible DRB · Douay-Rheims Bible ERV · English Revised Version ESV · English Standard Version GWT · God's Word Translation HCSB · Holman Christian Standard Bible HCSB STRONGS · HCSB with Strong's ISV · Intl. Standard Version KJV · King James Version KJV STRONGS · KJV with Strong's LSB · Legacy Standard Bible LSV · Literal Standard Version MSB · Majority Standard Bible NABRE · New American Bible Revised NASB · New American Standard Bible NASB77 · New American Standard 1977 NASB95 · New American Standard 1995 NASB95 STRONGS · NASB95 with Strong's NET · New English Translation NHEB · New Heart English Bible NIV · New International Version NKJV · New King James Version NLT · New Living Translation NRSVCE · NRSV Catholic Edition SLT · Smith's Literal Translation STUDY · Hebrew & Greek Study Bible WBT · Webster's Bible Translation WEB · World English Bible YLT · Young's Literal Translation YLT STRONGS · YLT with Strong's Par ▾ 4 Ὅτε δὲ ἦλθεν τὸ πλήρωμα τοῦ χρόνου ἐξαπέστειλεν ὁ Θεὸς τὸν Υἱὸν αὐτοῦ γενόμενον ἐκ γυναικός γενόμενον ὑπὸ νόμον5 ἵνα τοὺς ὑπὸ νόμον ἐξαγοράσῃ ἵνα τὴν υἱοθεσίαν ἀπολάβωμεν6 Ὅτι δέ ἐστε υἱοί ἐξαπέστειλεν ὁ Θεὸς τὸ Πνεῦμα τοῦ Υἱοῦ αὐτοῦ εἰς τὰς καρδίας ἡμῶν κρᾶζον Ἀββᾶ ὁ Πατήρ7 ὥστε οὐκέτι εἶ δοῦλος ἀλλὰ υἱός εἰ δὲ υἱός καὶ κληρονόμος διὰ Θεοῦ8 Ἀλλὰ τότε μὲν οὐκ εἰδότες Θεὸν ἐδουλεύσατε τοῖς φύσει μὴ οὖσιν θεοῖς9 νῦν δὲ γνόντες Θεόν μᾶλλον δὲ γνωσθέντες ὑπὸ Θεοῦ πῶς ἐπιστρέφετε πάλιν ἐπὶ τὰ ἀσθενῆ καὶ πτωχὰ στοιχεῖα οἷς πάλιν ἄνωθεν δουλεύειν* θέλετε10 ἡμέρας παρατηρεῖσθε καὶ μῆνας καὶ καιροὺς καὶ ἐνιαυτούς11 φοβοῦμαι ὑμᾶς μή πως εἰκῇ κεκοπίακα εἰς ὑμᾶς12 Γίνεσθε ὡς ἐγώ ὅτι κἀγὼ ὡς ὑμεῖς ἀδελφοί δέομαι ὑμῶν οὐδέν με ἠδικήσατε13 Οἴδατε δὲ ὅτι δι’ ἀσθένειαν τῆς σαρκὸς εὐηγγελισάμην ὑμῖν τὸ πρότερον14 καὶ τὸν πειρασμὸν ὑμῶν ἐν τῇ σαρκί μου οὐκ ἐξουθενήσατε οὐδὲ ἐξεπτύσατε ἀλλὰ ὡς ἄγγελον Θεοῦ ἐδέξασθέ με ὡς Χριστὸν Ἰησοῦν15 ποῦ οὖν ὁ μακαρισμὸς ὑμῶν μαρτυρῶ γὰρ ὑμῖν ὅτι εἰ δυνατὸν τοὺς ὀφθαλμοὺς ὑμῶν ἐξορύξαντες ἐδώκατέ μοι16 ὥστε ἐχθρὸς ὑμῶν γέγονα ἀληθεύων ὑμῖν17 Ζηλοῦσιν ὑμᾶς οὐ καλῶς ἀλλὰ ἐκκλεῖσαι ὑμᾶς θέλουσιν ἵνα αὐτοὺς ζηλοῦτε18 καλὸν δὲ ζηλοῦσθαι ἐν καλῷ πάντοτε καὶ μὴ μόνον ἐν τῷ παρεῖναί με πρὸς ὑμᾶς19 Τέκνα μου οὓς πάλιν ὠδίνω μέχρις οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν20 ἤθελον δὲ παρεῖναι πρὸς ὑμᾶς ἄρτι καὶ ἀλλάξαι τὴν φωνήν μου ὅτι ἀποροῦμαι ἐν ὑμῖν21 Λέγετέ μοι οἱ ὑπὸ νόμον θέλοντες εἶναι τὸν νόμον οὐκ ἀκούετε22 γέγραπται γὰρ ὅτι Ἀβραὰμ δύο υἱοὺς ἔσχεν ἕνα ἐκ τῆς παιδίσκης καὶ ἕνα ἐκ τῆς ἐλευθέρας23 ἀλλ’ ὁ μὲν ἐκ τῆς παιδίσκης κατὰ σάρκα γεγέννηται ὁ δὲ ἐκ τῆς ἐλευθέρας δι’* 〈τῆς〉 ἐπαγγελίας24 ἅτινά ἐστιν ἀλληγορούμενα αὗται γάρ εἰσιν δύο διαθῆκαι μία μὲν ἀπὸ ὄρους Σινᾶ εἰς δουλείαν γεννῶσα ἥτις ἐστὶν Ἁγάρ25 τὸ δὲ Ἁγὰρ Σινᾶ ὄρος ἐστὶν ἐν τῇ Ἀραβίᾳ συστοιχεῖ δὲ τῇ νῦν Ἰερουσαλήμ δουλεύει γὰρ μετὰ τῶν τέκνων αὐτῆς26 ἡ δὲ ἄνω Ἰερουσαλὴμ ἐλευθέρα ἐστίν ἥτις ἐστὶν μήτηρ ἡμῶν27 γέγραπται γάρ Εὐφράνθητι στεῖρα ἡ οὐ τίκτουσα ῥῆξον καὶ βόησον ἡ οὐκ ὠδίνουσα ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα28 Ὑμεῖς δέ ἀδελφοί κατὰ Ἰσαὰκ ἐπαγγελίας τέκνα ἐστέ29 ἀλλ’ ὥσπερ τότε ὁ κατὰ σάρκα γεννηθεὶς ἐδίωκεν τὸν κατὰ Πνεῦμα οὕτως καὶ νῦν30 Ἀλλὰ τί λέγει ἡ γραφή Ἔκβαλε τὴν παιδίσκην καὶ τὸν υἱὸν αὐτῆς οὐ γὰρ μὴ κληρονομήσει ὁ υἱὸς τῆς παιδίσκης μετὰ τοῦ υἱοῦ τῆς ἐλευθέρας31 διό ἀδελφοί οὐκ ἐσμὲν παιδίσκης τέκνα ἀλλὰ τῆς ἐλευθέρας ← Show Verses 1 - 3 Full chapter Parallel translations Study & commentary Cross-references Galatians 4:4-31, Hebrew & Greek Study Bible. Public domain.