1 Timothy 1
Study Bible ABP ▾ 
Paul's Greeting to Timothy

Παῦλος ἀπόστολος Χριστοῦ Ἰησοῦ κατ’ ἐπιταγὴν Θεοῦ Σωτῆρος ἡμῶν καὶ Χριστοῦ Ἰησοῦ τῆς ἐλπίδος ἡμῶν

Τιμοθέῳ γνησίῳ τέκνῳ ἐν πίστει Χάρις ἔλεος εἰρήνη ἀπὸ Θεοῦ πατρὸς καὶ Χριστοῦ Ἰησοῦ τοῦ κυρίου ἡμῶν

Warning against False Teaching

Καθὼς παρεκάλεσά σε προσμεῖναι ἐν Ἐφέσῳ πορευόμενος εἰς Μακεδονίαν ἵνα παραγγείλῃς τισὶν μὴ ἑτεροδιδασκαλεῖν μηδὲ προσέχειν μύθοις καὶ γενεαλογίαις ἀπεράντοις αἵτινες ἐκζητήσεις παρέχουσιν μᾶλλον οἰκονομίαν Θεοῦ τὴν ἐν πίστει Τὸ δὲ τέλος τῆς παραγγελίας ἐστὶν ἀγάπη ἐκ καθαρᾶς καρδίας καὶ συνειδήσεως ἀγαθῆς καὶ πίστεως ἀνυποκρίτου ὧν τινες ἀστοχήσαντες ἐξετράπησαν εἰς ματαιολογίαν θέλοντες εἶναι νομοδιδάσκαλοι μὴ νοοῦντες μήτε λέγουσιν μήτε περὶ τίνων διαβεβαιοῦνται

Οἴδαμεν δὲ ὅτι καλὸς νόμος ἐάν τις αὐτῷ νομίμως χρῆται εἰδὼς τοῦτο ὅτι δικαίῳ νόμος οὐ κεῖται ἀνόμοις δὲ καὶ ἀνυποτάκτοις ἀσεβέσι καὶ ἁμαρτωλοῖς ἀνοσίοις καὶ βεβήλοις πατρολῴαις καὶ μητρολῴαις ἀνδροφόνοις 10 πόρνοις ἀρσενοκοίταις ἀνδραποδισταῖς ψεύσταις ἐπιόρκοις καὶ εἴ τι ἕτερον τῇ ὑγιαινούσῃ διδασκαλίᾳ ἀντίκειται 11 κατὰ τὸ εὐαγγέλιον τῆς δόξης τοῦ μακαρίου Θεοῦ ἐπιστεύθην ἐγώ

God's Grace to Paul

12 Χάριν ἔχω τῷ ἐνδυναμώσαντί με Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν ὅτι πιστόν με ἡγήσατο θέμενος εἰς διακονίαν 13 τὸ πρότερον ὄντα βλάσφημον καὶ διώκτην καὶ ὑβριστήν ἀλλὰ ἠλεήθην ὅτι ἀγνοῶν ἐποίησα ἐν ἀπιστίᾳ 14 ὑπερεπλεόνασεν δὲ χάρις τοῦ Κυρίου ἡμῶν μετὰ πίστεως καὶ ἀγάπης τῆς ἐν Χριστῷ Ἰησοῦ 15 Πιστὸς λόγος καὶ πάσης ἀποδοχῆς ἄξιος ὅτι Χριστὸς Ἰησοῦς ἦλθεν εἰς τὸν κόσμον ἁμαρτωλοὺς σῶσαι ὧν πρῶτός εἰμι ἐγώ 16 ἀλλὰ διὰ τοῦτο ἠλεήθην ἵνα ἐν ἐμοὶ πρώτῳ ἐνδείξηται Ἰησοῦς Χριστὸς τὴν ἅπασαν μακροθυμίαν πρὸς ὑποτύπωσιν τῶν μελλόντων πιστεύειν ἐπ’ αὐτῷ εἰς ζωὴν αἰώνιον 17 Τῷ δὲ Βασιλεῖ τῶν αἰώνων ἀφθάρτῳ ἀοράτῳ μόνῳ Θεῷ τιμὴ καὶ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων ἀμήν

18 Ταύτην τὴν παραγγελίαν παρατίθεμαί σοι τέκνον Τιμόθεε κατὰ τὰς προαγούσας ἐπὶ σὲ προφητείας ἵνα στρατεύῃ ἐν αὐταῖς τὴν καλὴν στρατείαν 19 ἔχων πίστιν καὶ ἀγαθὴν συνείδησιν ἥν τινες ἀπωσάμενοι περὶ τὴν πίστιν ἐναυάγησαν 20 ὧν ἐστιν Ὑμέναιος καὶ Ἀλέξανδρος οὓς παρέδωκα τῷ Σατανᾷ ἵνα παιδευθῶσιν μὴ βλασφημεῖν

Study Bible by Bible Hub in cooperation with Helps Ministries. For comparative study, where possible, chapter and verse numbers are mapped to the traditional convention used by modern English texts.

Section Headings Courtesy INT Bible © 2012, Used by Permission

Bible Hub


2 Thessalonians 3
Top of Page
Top of Page