Par 

10 Σὺ δὲ τί κρίνεις τὸν ἀδελφόν σου καὶ σὺ τί ἐξουθενεῖς τὸν ἀδελφόν σου πάντες γὰρ παραστησόμεθα τῷ βήματι τοῦ Θεοῦ

11 γέγραπται γάρ Ζῶ ἐγώ λέγει Κύριος ὅτι ἐμοὶ κάμψει πᾶν γόνυ καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται τῷ Θεῷ

12 Ἄρα οὖν ἕκαστος ἡμῶν περὶ ἑαυτοῦ λόγον δώσει τῷ Θεῷ

13 Μηκέτι οὖν ἀλλήλους κρίνωμεν ἀλλὰ τοῦτο κρίνατε μᾶλλον τὸ μὴ τιθέναι πρόσκομμα τῷ ἀδελφῷ σκάνδαλον

14 Οἶδα καὶ πέπεισμαι ἐν Κυρίῳ Ἰησοῦ ὅτι οὐδὲν κοινὸν δι’ ἑαυτοῦ εἰ μὴ τῷ λογιζομένῳ τι κοινὸν εἶναι ἐκείνῳ κοινόν

15 εἰ γὰρ διὰ βρῶμα ἀδελφός σου λυπεῖται οὐκέτι κατὰ ἀγάπην περιπατεῖς μὴ τῷ βρώματί σου ἐκεῖνον ἀπόλλυε ὑπὲρ οὗ Χριστὸς ἀπέθανεν

16 Μὴ βλασφημείσθω οὖν ὑμῶν τὸ ἀγαθόν

17 οὐ γάρ ἐστιν βασιλεία τοῦ Θεοῦ βρῶσις καὶ πόσις ἀλλὰ δικαιοσύνη καὶ εἰρήνη καὶ χαρὰ ἐν Πνεύματι Ἁγίῳ

18 γὰρ ἐν τούτῳ δουλεύων τῷ Χριστῷ εὐάρεστος τῷ Θεῷ καὶ δόκιμος τοῖς ἀνθρώποις

19 Ἄρα οὖν τὰ τῆς εἰρήνης διώκωμεν* καὶ τὰ τῆς οἰκοδομῆς τῆς εἰς ἀλλήλους

20 μὴ ἕνεκεν βρώματος κατάλυε τὸ ἔργον τοῦ Θεοῦ πάντα μὲν καθαρά ἀλλὰ κακὸν τῷ ἀνθρώπῳ τῷ διὰ προσκόμματος ἐσθίοντι

21 καλὸν τὸ μὴ φαγεῖν κρέα μηδὲ πιεῖν οἶνον μηδὲ ἐν ἀδελφός σου προσκόπτει ‹ἢ σκανδαλίζεται ἀσθενεῖ›

22 Σὺ πίστιν ἣν ἔχεις κατὰ σεαυτὸν ἔχε ἐνώπιον τοῦ Θεοῦ μακάριος μὴ κρίνων ἑαυτὸν ἐν δοκιμάζει

23 δὲ διακρινόμενος ἐὰν φάγῃ κατακέκριται ὅτι οὐκ ἐκ πίστεως πᾶν δὲ οὐκ ἐκ πίστεως ἁμαρτία ἐστίν

Romans 14:10-23, Hebrew & Greek Study Bible. Public domain.
Romans 13
Top of Page
Top of Page










Copied