1 Corinthians 14:1-33Hebrew & Greek Study Bible Hebrew & Greek Study Bible ▾ AMP · Amplified Bible ASV · American Standard Version BAB · Berean Annotated Bible BLB · Berean Literal Bible BSB · Berean Standard Bible BSB STRONGS · BSB with Strong's CPDV · Catholic Public Domain Version CSB · Christian Standard Bible DRB · Douay-Rheims Bible ERV · English Revised Version ESV · English Standard Version GWT · God's Word Translation HCSB · Holman Christian Standard Bible HCSB STRONGS · HCSB with Strong's ISV · Intl. Standard Version KJV · King James Version KJV STRONGS · KJV with Strong's LSB · Legacy Standard Bible LSV · Literal Standard Version MSB · Majority Standard Bible NABRE · New American Bible Revised NASB · New American Standard Bible NASB77 · New American Standard 1977 NASB95 · New American Standard 1995 NASB95 STRONGS · NASB95 with Strong's NET · New English Translation NHEB · New Heart English Bible NIV · New International Version NKJV · New King James Version NLT · New Living Translation NRSVCE · NRSV Catholic Edition SLT · Smith's Literal Translation STUDY · Hebrew & Greek Study Bible WBT · Webster's Bible Translation WEB · World English Bible YLT · Young's Literal Translation YLT STRONGS · YLT with Strong's Par ▾ 1 Διώκετε τὴν ἀγάπην ζηλοῦτε δὲ τὰ πνευματικά μᾶλλον δὲ ἵνα προφητεύητε2 ὁ γὰρ λαλῶν γλώσσῃ οὐκ ἀνθρώποις λαλεῖ ἀλλὰ Θεῷ οὐδεὶς γὰρ ἀκούει πνεύματι δὲ λαλεῖ μυστήρια3 ὁ δὲ προφητεύων ἀνθρώποις λαλεῖ οἰκοδομὴν καὶ παράκλησιν καὶ παραμυθίαν4 ὁ λαλῶν γλώσσῃ ἑαυτὸν οἰκοδομεῖ ὁ δὲ προφητεύων ἐκκλησίαν οἰκοδομεῖ5 Θέλω δὲ πάντας ὑμᾶς λαλεῖν γλώσσαις μᾶλλον δὲ ἵνα προφητεύητε μείζων δὲ ὁ προφητεύων ἢ ὁ λαλῶν γλώσσαις ἐκτὸς εἰ μὴ διερμηνεύῃ ἵνα ἡ ἐκκλησία οἰκοδομὴν λάβῃ6 Νῦν δέ ἀδελφοί ἐὰν ἔλθω πρὸς ὑμᾶς γλώσσαις λαλῶν τί ὑμᾶς ὠφελήσω ἐὰν μὴ ὑμῖν λαλήσω ἢ ἐν ἀποκαλύψει ἢ ἐν γνώσει ἢ ἐν προφητείᾳ ἢ ‹ἐν› διδαχῇ7 ὅμως τὰ ἄψυχα φωνὴν διδόντα εἴτε αὐλὸς εἴτε κιθάρα ἐὰν διαστολὴν τοῖς φθόγγοις μὴ δῷ πῶς γνωσθήσεται τὸ αὐλούμενον ἢ τὸ κιθαριζόμενον8 Καὶ γὰρ ἐὰν ἄδηλον σάλπιγξ φωνὴν δῷ τίς παρασκευάσεται εἰς πόλεμον9 οὕτως καὶ ὑμεῖς διὰ τῆς γλώσσης ἐὰν μὴ εὔσημον λόγον δῶτε πῶς γνωσθήσεται τὸ λαλούμενον ἔσεσθε γὰρ εἰς ἀέρα λαλοῦντες10 Τοσαῦτα εἰ τύχοι γένη φωνῶν εἰσιν ἐν κόσμῳ καὶ οὐδὲν ἄφωνον11 ἐὰν οὖν μὴ εἰδῶ τὴν δύναμιν τῆς φωνῆς ἔσομαι τῷ λαλοῦντι βάρβαρος καὶ ὁ λαλῶν ἐν ἐμοὶ βάρβαρος12 Οὕτως καὶ ὑμεῖς ἐπεὶ ζηλωταί ἐστε πνευμάτων πρὸς τὴν οἰκοδομὴν τῆς ἐκκλησίας ζητεῖτε ἵνα περισσεύητε13 Διὸ ὁ λαλῶν γλώσσῃ προσευχέσθω ἵνα διερμηνεύῃ14 ἐὰν γὰρ προσεύχωμαι γλώσσῃ τὸ πνεῦμά μου προσεύχεται ὁ δὲ νοῦς μου ἄκαρπός ἐστιν15 Τί οὖν ἐστιν προσεύξομαι τῷ πνεύματι προσεύξομαι δὲ καὶ τῷ νοΐ ψαλῶ τῷ πνεύματι ψαλῶ δὲ καὶ τῷ νοΐ16 ἐπεὶ ἐὰν εὐλογῇς [ἐν] πνεύματι ὁ ἀναπληρῶν τὸν τόπον τοῦ ἰδιώτου πῶς ἐρεῖ τὸ Ἀμήν ἐπὶ τῇ σῇ εὐχαριστίᾳ ἐπειδὴ τί λέγεις οὐκ οἶδεν17 σὺ μὲν γὰρ καλῶς εὐχαριστεῖς ἀλλ’ ὁ ἕτερος οὐκ οἰκοδομεῖται18 Εὐχαριστῶ τῷ Θεῷ πάντων ὑμῶν μᾶλλον γλώσσαις λαλῶ19 ἀλλὰ ἐν ἐκκλησίᾳ θέλω πέντε λόγους τῷ νοΐ μου λαλῆσαι ἵνα καὶ ἄλλους κατηχήσω ἢ μυρίους λόγους ἐν γλώσσῃ20 Ἀδελφοί μὴ παιδία γίνεσθε ταῖς φρεσίν ἀλλὰ τῇ κακίᾳ νηπιάζετε ταῖς δὲ φρεσὶν τέλειοι γίνεσθε21 ἐν τῷ νόμῳ γέγραπται ὅτι Ἐν ἑτερογλώσσοις καὶ ἐν χείλεσιν ἑτέρων λαλήσω τῷ λαῷ τούτῳ καὶ οὐδ’ οὕτως εἰσακούσονταί μου λέγει Κύριος22 Ὥστε αἱ γλῶσσαι εἰς σημεῖόν εἰσιν οὐ τοῖς πιστεύουσιν ἀλλὰ τοῖς ἀπίστοις ἡ δὲ προφητεία οὐ τοῖς ἀπίστοις ἀλλὰ τοῖς πιστεύουσιν23 Ἐὰν οὖν συνέλθῃ ἡ ἐκκλησία ὅλη ἐπὶ τὸ αὐτὸ καὶ πάντες λαλῶσιν γλώσσαις εἰσέλθωσιν δὲ ἰδιῶται ἢ ἄπιστοι οὐκ ἐροῦσιν ὅτι μαίνεσθε24 ἐὰν δὲ πάντες προφητεύωσιν εἰσέλθῃ δέ τις ἄπιστος ἢ ἰδιώτης ἐλέγχεται ὑπὸ πάντων ἀνακρίνεται ὑπὸ πάντων25 τὰ κρυπτὰ τῆς καρδίας αὐτοῦ φανερὰ γίνεται καὶ οὕτως πεσὼν ἐπὶ πρόσωπον προσκυνήσει τῷ Θεῷ ἀπαγγέλλων ὅτι Ὄντως ὁ Θεὸς ἐν ὑμῖν ἐστιν26 Τί οὖν ἐστιν ἀδελφοί ὅταν συνέρχησθε ἕκαστος ψαλμὸν ἔχει διδαχὴν ἔχει ἀποκάλυψιν ἔχει γλῶσσαν ἔχει ἑρμηνείαν ἔχει πάντα πρὸς οἰκοδομὴν γινέσθω27 Εἴτε γλώσσῃ τις λαλεῖ κατὰ δύο ἢ τὸ πλεῖστον τρεῖς καὶ ἀνὰ μέρος καὶ εἷς διερμηνευέτω28 ἐὰν δὲ μὴ ᾖ διερμηνευτής σιγάτω ἐν ἐκκλησίᾳ ἑαυτῷ δὲ λαλείτω καὶ τῷ Θεῷ29 Προφῆται δὲ δύο ἢ τρεῖς λαλείτωσαν καὶ οἱ ἄλλοι διακρινέτωσαν30 ἐὰν δὲ ἄλλῳ ἀποκαλυφθῇ καθημένῳ ὁ πρῶτος σιγάτω31 δύνασθε γὰρ καθ’ ἕνα πάντες προφητεύειν ἵνα πάντες μανθάνωσιν καὶ πάντες παρακαλῶνται32 καὶ πνεύματα προφητῶν προφήταις ὑποτάσσεται33 οὐ γάρ ἐστιν ἀκαταστασίας ὁ Θεὸς ἀλλὰ εἰρήνης Ὡς ἐν πάσαις ταῖς ἐκκλησίαις τῶν ἁγίων Full chapter Show Verses 34 - 40 → Parallel translations Study & commentary Cross-references 1 Corinthians 14:1-33, Hebrew & Greek Study Bible. Public domain.