Galatians 2
[an error occurred while processing this directive] Parallel GRK [BSB CSB ESV HCS KJV ISV NAS NET NIV NLT GRK]
[an error occurred while processing this directive]Greek Study Bible
1[an error occurred while processing this directive]1Ἔπειτα διὰ δεκατεσσάρων ἐτῶν πάλιν ἀνέβην εἰς Ἱεροσόλυμα μετὰ Βαρνάβα συμπαραλαβὼν καὶ Τίτον
2[an error occurred while processing this directive]2ἀνέβην δὲ κατὰ ἀποκάλυψιν καὶ ἀνεθέμην αὐτοῖς τὸ εὐαγγέλιον κηρύσσω ἐν τοῖς ἔθνεσιν κατ’ ἰδίαν δὲ τοῖς δοκοῦσιν μή πως εἰς κενὸν τρέχω ἔδραμον
3[an error occurred while processing this directive]3ἀλλ’ οὐδὲ Τίτος σὺν ἐμοί Ἕλλην ὤν ἠναγκάσθη περιτμηθῆναι
4[an error occurred while processing this directive]4διὰ δὲ τοὺς παρεισάκτους ψευδαδέλφους οἵτινες παρεισῆλθον κατασκοπῆσαι τὴν ἐλευθερίαν ἡμῶν ἣν ἔχομεν ἐν Χριστῷ Ἰησοῦ ἵνα ἡμᾶς καταδουλώσουσιν
5[an error occurred while processing this directive]5οἷς οὐδὲ πρὸς ὥραν εἴξαμεν τῇ ὑποταγῇ ἵνα ἀλήθεια τοῦ εὐαγγελίου διαμείνῃ πρὸς ὑμᾶς
6[an error occurred while processing this directive]6Ἀπὸ δὲ τῶν δοκούντων εἶναί τι ὁποῖοί ποτε ἦσαν οὐδέν μοι διαφέρει πρόσωπον Θεὸς ἀνθρώπου οὐ λαμβάνει ἐμοὶ γὰρ οἱ δοκοῦντες οὐδὲν προσανέθεντο
7[an error occurred while processing this directive]7ἀλλὰ τοὐναντίον ἰδόντες ὅτι πεπίστευμαι τὸ εὐαγγέλιον τῆς ἀκροβυστίας καθὼς Πέτρος τῆς περιτομῆς
8[an error occurred while processing this directive]8 γὰρ ἐνεργήσας Πέτρῳ εἰς ἀποστολὴν τῆς περιτομῆς ἐνήργησεν καὶ ἐμοὶ εἰς τὰ ἔθνη
9[an error occurred while processing this directive]9καὶ γνόντες τὴν χάριν τὴν δοθεῖσάν μοι Ἰάκωβος καὶ Κηφᾶς καὶ Ἰωάννης οἱ δοκοῦντες στῦλοι εἶναι δεξιὰς ἔδωκαν ἐμοὶ καὶ Βαρνάβα κοινωνίας ἵνα ἡμεῖς εἰς τὰ ἔθνη αὐτοὶ δὲ εἰς τὴν περιτομήν
10[an error occurred while processing this directive]10μόνον τῶν πτωχῶν ἵνα μνημονεύωμεν καὶ ἐσπούδασα αὐτὸ τοῦτο ποιῆσαι
11[an error occurred while processing this directive]11Ὅτε δὲ ἦλθεν Κηφᾶς εἰς Ἀντιόχειαν κατὰ πρόσωπον αὐτῷ ἀντέστην ὅτι κατεγνωσμένος ἦν
12[an error occurred while processing this directive]12πρὸ τοῦ γὰρ ἐλθεῖν τινας ἀπὸ Ἰακώβου μετὰ τῶν ἐθνῶν συνήσθιεν ὅτε δὲ ἦλθον ὑπέστελλεν καὶ ἀφώριζεν ἑαυτόν φοβούμενος τοὺς ἐκ περιτομῆς
13[an error occurred while processing this directive]13καὶ συνυπεκρίθησαν αὐτῷ καὶ οἱ λοιποὶ Ἰουδαῖοι ὥστε καὶ Βαρνάβας συναπήχθη αὐτῶν τῇ ὑποκρίσει
14[an error occurred while processing this directive]14Ἀλλ’ ὅτε εἶδον ὅτι οὐκ ὀρθοποδοῦσιν πρὸς τὴν ἀλήθειαν τοῦ εὐαγγελίου εἶπον τῷ Κηφᾷ ἔμπροσθεν πάντων Εἰ σὺ Ἰουδαῖος ὑπάρχων ἐθνικῶς καὶ οὐκ Ἰουδαϊκῶς ζῇς πῶς τὰ ἔθνη ἀναγκάζεις ἰουδαΐζειν
15[an error occurred while processing this directive]15Ἡμεῖς φύσει Ἰουδαῖοι καὶ οὐκ ἐξ ἐθνῶν Ἁμαρτωλοί
16[an error occurred while processing this directive]16εἰδότες δὲ ὅτι οὐ δικαιοῦται ἄνθρωπος ἐξ ἔργων νόμου ἐὰν μὴ διὰ πίστεως Χριστοῦ Ἰησοῦ καὶ ἡμεῖς εἰς Χριστὸν Ἰησοῦν ἐπιστεύσαμεν ἵνα δικαιωθῶμεν ἐκ πίστεως Χριστοῦ καὶ οὐκ ἐξ ἔργων νόμου ὅτι ἐξ ἔργων νόμου οὐ δικαιωθήσεται πᾶσα σάρξ
17[an error occurred while processing this directive]17Εἰ δὲ ζητοῦντες δικαιωθῆναι ἐν Χριστῷ εὑρέθημεν καὶ αὐτοὶ ἁμαρτωλοί ἆρα Χριστὸς ἁμαρτίας διάκονος μὴ γένοιτο
18[an error occurred while processing this directive]18εἰ γὰρ κατέλυσα ταῦτα πάλιν οἰκοδομῶ παραβάτην ἐμαυτὸν συνιστάνω
19[an error occurred while processing this directive]19ἐγὼ γὰρ διὰ νόμου νόμῳ ἀπέθανον ἵνα Θεῷ ζήσω
20[an error occurred while processing this directive]20Χριστῷ συνεσταύρωμαι ζῶ δὲ οὐκέτι ἐγώ ζῇ δὲ ἐν ἐμοὶ Χριστός δὲ νῦν ζῶ ἐν σαρκί ἐν πίστει ζῶ τῇ τοῦ Υἱοῦ τοῦ Θεοῦ τοῦ ἀγαπήσαντός με καὶ παραδόντος ἑαυτὸν ὑπὲρ ἐμοῦ
21[an error occurred while processing this directive]21Οὐκ ἀθετῶ τὴν χάριν τοῦ Θεοῦ εἰ γὰρ διὰ νόμου δικαιοσύνη ἄρα Χριστὸς δωρεὰν ἀπέθανεν
[an error occurred while processing this directive]Greek and Hebrew Study Bible courtesy Bible Hub and the Discovery Bible team.
Galatians 1
Top of Page
Top of Page