John 1
Study Bible ABP ▾ 
The Beginning

Ἐν ἀρχῇ ἦν Λόγος καὶ Λόγος ἦν πρὸς τὸν Θεόν καὶ Θεὸς ἦν Λόγος Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν πάντα δι’ αὐτοῦ ἐγένετο καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν γέγονεν ἐν αὐτῷ ζωὴ ἦν καὶ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει καὶ σκοτία αὐτὸ οὐ κατέλαβεν

The Witness of John

Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ ὄνομα αὐτῷ Ἰωάννης οὗτος ἦλθεν εἰς μαρτυρίαν ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός ἵνα πάντες πιστεύσωσιν δι’ αὐτοῦ οὐκ ἦν ἐκεῖνος τὸ φῶς ἀλλ’ ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός

Ἦν τὸ φῶς τὸ ἀληθινὸν φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον 10 ἐν τῷ κόσμῳ ἦν καὶ κόσμος δι’ αὐτοῦ ἐγένετο καὶ κόσμος αὐτὸν οὐκ ἔγνω 11 εἰς τὰ ἴδια ἦλθεν καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον 12 ὅσοι δὲ ἔλαβον αὐτόν ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ 13 οἳ οὐκ ἐξ αἱμάτων οὐδὲ ἐκ θελήματος σαρκὸς οὐδὲ ἐκ θελήματος ἀνδρὸς ἀλλ’ ἐκ Θεοῦ ἐγεννήθησαν

The Word Made His Dwelling among Us

14 Καὶ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ δόξαν ὡς μονογενοῦς παρὰ Πατρός πλήρης χάριτος καὶ ἀληθείας 15 Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων Οὗτος ἦν ὃν εἶπον ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν ὅτι πρῶτός μου ἦν 16 Ὅτι ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν καὶ χάριν ἀντὶ χάριτος 17 ὅτι νόμος διὰ Μωϋσέως ἐδόθη χάρις καὶ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο 18 Θεὸν οὐδεὶς ἑώρακεν πώποτε μονογενὴς Θεὸς ὢν εἰς τὸν κόλπον τοῦ Πατρὸς ἐκεῖνος ἐξηγήσατο

The Mission of John the Baptist

19 Καὶ αὕτη ἐστὶν μαρτυρία τοῦ Ἰωάννου ὅτε ἀπέστειλαν πρὸς αὐτὸν οἱ Ἰουδαῖοι ἐξ Ἱεροσολύμων ἱερεῖς καὶ Λευίτας ἵνα ἐρωτήσωσιν αὐτόν Σὺ τίς εἶ 20 καὶ ὡμολόγησεν καὶ οὐκ ἠρνήσατο καὶ ὡμολόγησεν ὅτι Ἐγὼ οὐκ εἰμὶ Χριστός 21 Καὶ ἠρώτησαν αὐτόν Τί οὖν σὺ Ἠλίας εἶ Καὶ λέγει Οὐκ εἰμί προφήτης εἶ σύ Καὶ ἀπεκρίθη Οὔ 22 Εἶπαν οὖν αὐτῷ Τίς εἶ ἵνα ἀπόκρισιν δῶμεν τοῖς πέμψασιν ἡμᾶς τί λέγεις περὶ σεαυτοῦ 23 Ἔφη Ἐγὼ φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ Εὐθύνατε τὴν ὁδὸν Κυρίου καθὼς εἶπεν Ἠσαΐας προφήτης

24 Καὶ ἀπεσταλμένοι ἦσαν ἐκ τῶν Φαρισαίων 25 καὶ ἠρώτησαν αὐτὸν καὶ εἶπαν αὐτῷ Τί οὖν βαπτίζεις εἰ σὺ οὐκ εἶ Χριστὸς οὐδὲ Ἠλίας οὐδὲ προφήτης 26 Ἀπεκρίθη αὐτοῖς Ἰωάννης λέγων Ἐγὼ βαπτίζω ἐν ὕδατι μέσος ὑμῶν ἕστηκεν* ὃν ὑμεῖς οὐκ οἴδατε 27  ὀπίσω μου ἐρχόμενος οὗ οὐκ εἰμὶ ἐγὼ ἄξιος ἵνα λύσω αὐτοῦ τὸν ἱμάντα τοῦ ὑποδήματος 28 Ταῦτα ἐν Βηθανίᾳ ἐγένετο πέραν τοῦ Ἰορδάνου ὅπου ἦν Ἰωάννης βαπτίζων

Behold, the Lamb of God

29 Τῇ ἐπαύριον βλέπει τὸν Ἰησοῦν ἐρχόμενον πρὸς αὐτόν καὶ λέγει Ἴδε Ἀμνὸς τοῦ Θεοῦ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου 30 οὗτός ἐστιν ὑπὲρ οὗ ἐγὼ εἶπον Ὀπίσω μου ἔρχεται ἀνὴρ ὃς ἔμπροσθέν μου γέγονεν ὅτι πρῶτός μου ἦν 31 κἀγὼ οὐκ ᾔδειν αὐτόν ἀλλ’ ἵνα φανερωθῇ τῷ Ἰσραὴλ διὰ τοῦτο ἦλθον ἐγὼ ἐν ὕδατι βαπτίζων 32 Καὶ ἐμαρτύρησεν Ἰωάννης λέγων ὅτι Τεθέαμαι τὸ Πνεῦμα καταβαῖνον ὡς περιστερὰν ἐξ οὐρανοῦ καὶ ἔμεινεν ἐπ’ αὐτόν 33 κἀγὼ οὐκ ᾔδειν αὐτόν ἀλλ’ πέμψας με βαπτίζειν ἐν ὕδατι ἐκεῖνός μοι εἶπεν Ἐφ’ ὃν ἂν ἴδῃς τὸ Πνεῦμα καταβαῖνον καὶ μένον ἐπ’ αὐτόν οὗτός ἐστιν βαπτίζων ἐν Πνεύματι Ἁγίῳ 34 κἀγὼ ἑώρακα καὶ μεμαρτύρηκα ὅτι οὗτός ἐστιν Υἱὸς τοῦ Θεοῦ

Jesus Calls His First Disciples

35 Τῇ ἐπαύριον πάλιν εἱστήκει Ἰωάννης καὶ ἐκ τῶν μαθητῶν αὐτοῦ δύο 36 καὶ ἐμβλέψας τῷ Ἰησοῦ περιπατοῦντι λέγει Ἴδε Ἀμνὸς τοῦ Θεοῦ 37 καὶ ἤκουσαν οἱ δύο μαθηταὶ αὐτοῦ λαλοῦντος καὶ ἠκολούθησαν τῷ Ἰησοῦ 38 Στραφεὶς δὲ Ἰησοῦς καὶ θεασάμενος αὐτοὺς ἀκολουθοῦντας λέγει αὐτοῖς Τί ζητεῖτε Οἱ δὲ εἶπαν αὐτῷ Ῥαββί λέγεται μεθερμηνευόμενον Διδάσκαλε Ποῦ μένεις 39 Λέγει αὐτοῖς Ἔρχεσθε καὶ ὄψεσθε ἦλθαν οὖν καὶ εἶδαν ποῦ μένει καὶ παρ’ αὐτῷ ἔμειναν τὴν ἡμέραν ἐκείνην ὥρα ἦν ὡς δεκάτη 40 Ἦν Ἀνδρέας ἀδελφὸς Σίμωνος Πέτρου εἷς ἐκ τῶν δύο τῶν ἀκουσάντων παρὰ Ἰωάννου καὶ ἀκολουθησάντων αὐτῷ 41 εὑρίσκει οὗτος πρῶτον τὸν ἀδελφὸν τὸν ἴδιον Σίμωνα καὶ λέγει αὐτῷ Εὑρήκαμεν τὸν Μεσσίαν ἐστιν μεθερμηνευόμενον Χριστός 42 ἤγαγεν αὐτὸν πρὸς τὸν Ἰησοῦν ἐμβλέψας αὐτῷ Ἰησοῦς εἶπεν Σὺ εἶ Σίμων υἱὸς Ἰωάννου σὺ κληθήσῃ Κηφᾶς ἑρμηνεύεται Πέτρος

Jesus Calls Philip and Nathanael

43 Τῇ ἐπαύριον ἠθέλησεν ἐξελθεῖν εἰς τὴν Γαλιλαίαν καὶ εὑρίσκει Φίλιππον καὶ λέγει αὐτῷ Ἰησοῦς Ἀκολούθει μοι 44 ἦν δὲ Φίλιππος ἀπὸ Βηθσαϊδά ἐκ τῆς πόλεως Ἀνδρέου καὶ Πέτρου 45 Εὑρίσκει Φίλιππος τὸν Ναθαναὴλ καὶ λέγει αὐτῷ Ὃν ἔγραψεν Μωϋσῆς ἐν τῷ νόμῳ καὶ οἱ προφῆται εὑρήκαμεν Ἰησοῦν υἱὸν τοῦ Ἰωσὴφ τὸν ἀπὸ Ναζαρέτ 46 Καὶ εἶπεν αὐτῷ Ναθαναήλ Ἐκ Ναζαρὲτ δύναταί τι ἀγαθὸν εἶναι Λέγει αὐτῷ Φίλιππος Ἔρχου καὶ ἴδε 47 Εἶδεν ‹ὁ› Ἰησοῦς τὸν Ναθαναὴλ ἐρχόμενον πρὸς αὐτὸν καὶ λέγει περὶ αὐτοῦ Ἴδε ἀληθῶς Ἰσραηλίτης ἐν δόλος οὐκ ἔστιν 48 Λέγει αὐτῷ Ναθαναήλ Πόθεν με γινώσκεις Ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ Πρὸ τοῦ σε Φίλιππον φωνῆσαι ὄντα ὑπὸ τὴν συκῆν εἶδόν σε 49 Ἀπεκρίθη αὐτῷ Ναθαναήλ Ῥαββί σὺ εἶ Υἱὸς τοῦ Θεοῦ σὺ Βασιλεὺς εἶ τοῦ Ἰσραήλ 50 Ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ Ὅτι εἶπόν σοι ὅτι εἶδόν σε ὑποκάτω τῆς συκῆς πιστεύεις μείζω τούτων ὄψῃ 51 καὶ λέγει αὐτῷ Ἀμὴν ἀμὴν λέγω ὑμῖν ὄψεσθε τὸν οὐρανὸν ἀνεῳγότα καὶ τοὺς ἀγγέλους τοῦ Θεοῦ ἀναβαίνοντας καὶ καταβαίνοντας ἐπὶ τὸν Υἱὸν τοῦ ἀνθρώπου

Study Bible by Bible Hub in cooperation with Helps Ministries. For comparative study, where possible, chapter and verse numbers are mapped to the traditional convention used by modern English texts.

Section Headings Courtesy INT Bible © 2012, Used by Permission

Bible Hub


Luke 24
Top of Page
Top of Page