2 Corinthians 12
[an error occurred while processing this directive] Parallel GRK [BSB CSB ESV HCS KJV ISV NAS NET NIV NLT GRK]
[an error occurred while processing this directive]Greek Study Bible
1[an error occurred while processing this directive]1Καυχᾶσθαι δεῖ οὐ συμφέρον μέν ἐλεύσομαι δὲ εἰς ὀπτασίας καὶ ἀποκαλύψεις Κυρίου
2[an error occurred while processing this directive]2οἶδα ἄνθρωπον ἐν Χριστῷ πρὸ ἐτῶν δεκατεσσάρων εἴτε ἐν σώματι οὐκ οἶδα εἴτε ἐκτὸς τοῦ σώματος οὐκ οἶδα Θεὸς οἶδεν ἁρπαγέντα τὸν τοιοῦτον ἕως τρίτου οὐρανοῦ
3[an error occurred while processing this directive]3καὶ οἶδα τὸν τοιοῦτον ἄνθρωπον εἴτε ἐν σώματι εἴτε χωρὶς τοῦ σώματος οὐκ οἶδα Θεὸς οἶδεν
4[an error occurred while processing this directive]4ὅτι ἡρπάγη εἰς τὸν Παράδεισον καὶ ἤκουσεν ἄρρητα ῥήματα οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι
5[an error occurred while processing this directive]5Ὑπὲρ τοῦ τοιούτου καυχήσομαι ὑπὲρ δὲ ἐμαυτοῦ οὐ καυχήσομαι εἰ μὴ ἐν ταῖς ἀσθενείαις
6[an error occurred while processing this directive]6ἐὰν γὰρ θελήσω καυχήσασθαι οὐκ ἔσομαι ἄφρων ἀλήθειαν γὰρ ἐρῶ φείδομαι δέ μή τις εἰς ἐμὲ λογίσηται ὑπὲρ βλέπει με ἀκούει ‹τι› ἐξ ἐμοῦ
7[an error occurred while processing this directive]7καὶ τῇ ὑπερβολῇ τῶν ἀποκαλύψεων Διὸ ἵνα μὴ ὑπεραίρωμαι ἐδόθη μοι σκόλοψ τῇ σαρκί ἄγγελος Σατανᾶ ἵνα με κολαφίζῃ ἵνα μὴ ὑπεραίρωμαι
8[an error occurred while processing this directive]8ὑπὲρ τούτου τρὶς τὸν Κύριον παρεκάλεσα ἵνα ἀποστῇ ἀπ’ ἐμοῦ
9[an error occurred while processing this directive]9καὶ εἴρηκέν μοι Ἀρκεῖ σοι χάρις μου γὰρ δύναμις ἐν ἀσθενείᾳ τελεῖται Ἥδιστα οὖν μᾶλλον καυχήσομαι ἐν ταῖς ἀσθενείαις ‹μου› ἵνα ἐπισκηνώσῃ ἐπ’ ἐμὲ δύναμις τοῦ Χριστοῦ
10[an error occurred while processing this directive]10διὸ εὐδοκῶ ἐν ἀσθενείαις ἐν ὕβρεσιν ἐν ἀνάγκαις ἐν διωγμοῖς καὶ στενοχωρίαις ὑπὲρ Χριστοῦ ὅταν γὰρ ἀσθενῶ τότε δυνατός εἰμι
11[an error occurred while processing this directive]11Γέγονα ἄφρων ὑμεῖς με ἠναγκάσατε ἐγὼ γὰρ ὤφειλον ὑφ’ ὑμῶν συνίστασθαι οὐδὲν γὰρ ὑστέρησα τῶν Ὑπερλίαν ἀποστόλων εἰ καὶ οὐδέν εἰμι
12[an error occurred while processing this directive]12τὰ μὲν σημεῖα τοῦ ἀποστόλου κατειργάσθη ἐν ὑμῖν ἐν πάσῃ ὑπομονῇ σημείοις τε καὶ τέρασιν καὶ δυνάμεσιν
13[an error occurred while processing this directive]13τί γάρ ἐστιν ἡσσώθητε ὑπὲρ τὰς λοιπὰς ἐκκλησίας εἰ μὴ ὅτι αὐτὸς ἐγὼ οὐ κατενάρκησα ὑμῶν χαρίσασθέ μοι τὴν ἀδικίαν ταύτην
14[an error occurred while processing this directive]14Ἰδοὺ τρίτον τοῦτο ἑτοίμως ἔχω ἐλθεῖν πρὸς ὑμᾶς καὶ οὐ καταναρκήσω οὐ γὰρ ζητῶ τὰ ὑμῶν ἀλλὰ ὑμᾶς οὐ γὰρ ὀφείλει τὰ τέκνα τοῖς γονεῦσιν θησαυρίζειν ἀλλὰ οἱ γονεῖς τοῖς τέκνοις
15[an error occurred while processing this directive]15ἐγὼ δὲ ἥδιστα δαπανήσω καὶ ἐκδαπανηθήσομαι ὑπὲρ τῶν ψυχῶν ὑμῶν εἰ περισσοτέρως ὑμᾶς ἀγαπῶν* ἧσσον ἀγαπῶμαι
16[an error occurred while processing this directive]16Ἔστω δέ ἐγὼ οὐ κατεβάρησα ὑμᾶς ἀλλὰ ὑπάρχων πανοῦργος δόλῳ ὑμᾶς ἔλαβον
17[an error occurred while processing this directive]17μή τινα ὧν ἀπέσταλκα πρὸς ὑμᾶς δι’ αὐτοῦ ἐπλεονέκτησα ὑμᾶς
18[an error occurred while processing this directive]18παρεκάλεσα Τίτον καὶ συναπέστειλα τὸν ἀδελφόν μήτι ἐπλεονέκτησεν ὑμᾶς Τίτος οὐ τῷ αὐτῷ Πνεύματι περιεπατήσαμεν οὐ τοῖς αὐτοῖς ἴχνεσιν
19[an error occurred while processing this directive]19Πάλαι δοκεῖτε ὅτι ὑμῖν ἀπολογούμεθα κατέναντι Θεοῦ ἐν Χριστῷ λαλοῦμεν τὰ δὲ πάντα ἀγαπητοί ὑπὲρ τῆς ὑμῶν οἰκοδομῆς
20[an error occurred while processing this directive]20φοβοῦμαι γὰρ μή πως ἐλθὼν οὐχ οἵους θέλω εὕρω ὑμᾶς κἀγὼ εὑρεθῶ ὑμῖν οἷον οὐ θέλετε μή πως ἔρις ζῆλος θυμοί ἐριθεῖαι καταλαλιαί ψιθυρισμοί φυσιώσεις ἀκαταστασίαι
21[an error occurred while processing this directive]21μὴ πάλιν ἐλθόντος μου ταπεινώσῃ με Θεός μου πρὸς ὑμᾶς καὶ πενθήσω πολλοὺς τῶν προημαρτηκότων καὶ μὴ μετανοησάντων ἐπὶ τῇ ἀκαθαρσίᾳ καὶ πορνείᾳ καὶ ἀσελγείᾳ ἔπραξαν
[an error occurred while processing this directive]Greek and Hebrew Study Bible courtesy Bible Hub and the Discovery Bible team.
2 Corinthians 11
Top of Page
Top of Page