Par 

23 Καὶ ἐλθὼν Ἰησοῦς εἰς τὴν οἰκίαν τοῦ ἄρχοντος καὶ ἰδὼν τοὺς αὐλητὰς καὶ τὸν ὄχλον θορυβούμενον

24 ἔλεγεν Ἀναχωρεῖτε οὐ γὰρ ἀπέθανεν τὸ κοράσιον ἀλλὰ καθεύδει καὶ κατεγέλων αὐτοῦ

25 Ὅτε δὲ ἐξεβλήθη ὄχλος εἰσελθὼν ἐκράτησεν τῆς χειρὸς αὐτῆς καὶ ἠγέρθη τὸ κοράσιον

26 καὶ ἐξῆλθεν φήμη αὕτη εἰς ὅλην τὴν γῆν ἐκείνην

27 Καὶ παράγοντι ἐκεῖθεν τῷ Ἰησοῦ ἠκολούθησαν ‹αὐτῷ› δύο τυφλοὶ κράζοντες καὶ λέγοντες Ἐλέησον ἡμᾶς υἱὸς Δαυίδ

28 Ἐλθόντι δὲ εἰς τὴν οἰκίαν προσῆλθον αὐτῷ οἱ τυφλοί καὶ λέγει αὐτοῖς Ἰησοῦς Πιστεύετε ὅτι δύναμαι τοῦτο ποιῆσαι Λέγουσιν αὐτῷ Ναί Κύριε

29 Τότε ἥψατο τῶν ὀφθαλμῶν αὐτῶν λέγων Κατὰ τὴν πίστιν ὑμῶν γενηθήτω ὑμῖν

30 καὶ ἠνεῴχθησαν αὐτῶν οἱ ὀφθαλμοί καὶ ἐνεβριμήθη αὐτοῖς Ἰησοῦς λέγων Ὁρᾶτε μηδεὶς γινωσκέτω

31 οἱ δὲ ἐξελθόντες διεφήμισαν αὐτὸν ἐν ὅλῃ τῇ γῇ ἐκείνῃ

32 Αὐτῶν δὲ ἐξερχομένων ἰδοὺ προσήνεγκαν αὐτῷ ‹ἄνθρωπον› κωφὸν δαιμονιζόμενον

33 καὶ ἐκβληθέντος τοῦ δαιμονίου ἐλάλησεν κωφός καὶ ἐθαύμασαν οἱ ὄχλοι λέγοντες Οὐδέποτε ἐφάνη οὕτως ἐν τῷ Ἰσραήλ

34 Οἱ δὲ Φαρισαῖοι ἔλεγον Ἐν τῷ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια

35 Καὶ περιῆγεν Ἰησοῦς τὰς πόλεις πάσας καὶ τὰς κώμας διδάσκων ἐν ταῖς συναγωγαῖς αὐτῶν καὶ κηρύσσων τὸ εὐαγγέλιον τῆς βασιλείας καὶ θεραπεύων πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν

36 Ἰδὼν δὲ τοὺς ὄχλους ἐσπλαγχνίσθη περὶ αὐτῶν ὅτι ἦσαν ἐσκυλμένοι καὶ ἐρριμμένοι ὡσεὶ πρόβατα μὴ ἔχοντα ποιμένα

37 Τότε λέγει τοῖς μαθηταῖς αὐτοῦ μὲν θερισμὸς πολύς οἱ δὲ ἐργάται ὀλίγοι

38 δεήθητε οὖν τοῦ Κυρίου τοῦ θερισμοῦ ὅπως ἐκβάλῃ ἐργάτας εἰς τὸν θερισμὸν αὐτοῦ

Matthew 9:23-38, Hebrew & Greek Study Bible. Public domain.
Matthew 8
Top of Page
Top of Page










Copied