Par 

28 Εἶπεν δὲ Πέτρος Ἰδοὺ ἡμεῖς ἀφέντες τὰ ἴδια ἠκολουθήσαμέν σοι

29 δὲ εἶπεν αὐτοῖς Ἀμὴν λέγω ὑμῖν ὅτι οὐδείς ἐστιν ὃς ἀφῆκεν οἰκίαν γυναῖκα ἀδελφοὺς γονεῖς τέκνα ἕνεκεν τῆς βασιλείας τοῦ Θεοῦ

30 ὃς οὐχὶ μὴ ἀπολάβῃ* πολλαπλασίονα ἐν τῷ καιρῷ τούτῳ καὶ ἐν τῷ αἰῶνι τῷ ἐρχομένῳ ζωὴν αἰώνιον

31 Παραλαβὼν δὲ τοὺς δώδεκα εἶπεν πρὸς αὐτούς Ἰδοὺ ἀναβαίνομεν εἰς Ἰερουσαλήμ καὶ τελεσθήσεται πάντα τὰ γεγραμμένα διὰ τῶν προφητῶν τῷ Υἱῷ τοῦ ἀνθρώπου

32 παραδοθήσεται γὰρ τοῖς ἔθνεσιν καὶ ἐμπαιχθήσεται καὶ ὑβρισθήσεται καὶ ἐμπτυσθήσεται

33 καὶ μαστιγώσαντες ἀποκτενοῦσιν αὐτόν καὶ τῇ ἡμέρᾳ τῇ τρίτῃ ἀναστήσεται

34 Καὶ αὐτοὶ οὐδὲν τούτων συνῆκαν καὶ ἦν τὸ ῥῆμα τοῦτο ἀπ’ αὐτῶν καὶ οὐκ ἐγίνωσκον τὰ λεγόμενα

35 Ἐγένετο δὲ ἐν τῷ ἐγγίζειν αὐτὸν εἰς Ἰεριχὼ τυφλός τις ἐκάθητο παρὰ τὴν ὁδὸν ἐπαιτῶν

36 ἀκούσας δὲ ὄχλου διαπορευομένου ἐπυνθάνετο τί εἴη τοῦτο

37 Ἀπήγγειλαν δὲ αὐτῷ ὅτι Ἰησοῦς Ναζωραῖος παρέρχεται

38 Καὶ ἐβόησεν λέγων Ἰησοῦ υἱὲ Δαυίδ ἐλέησόν με

39 Καὶ οἱ προάγοντες ἐπετίμων αὐτῷ ἵνα σιγήσῃ αὐτὸς δὲ πολλῷ μᾶλλον ἔκραζεν Υἱὲ Δαυίδ ἐλέησόν με

40 Σταθεὶς δὲ Ἰησοῦς ἐκέλευσεν αὐτὸν ἀχθῆναι πρὸς αὐτόν ἐγγίσαντος δὲ αὐτοῦ ἐπηρώτησεν αὐτόν

41 Τί σοι θέλεις ποιήσω δὲ εἶπεν Κύριε ἵνα ἀναβλέψω

42 Καὶ Ἰησοῦς εἶπεν αὐτῷ Ἀνάβλεψον πίστις σου σέσωκέν σε

43 καὶ παραχρῆμα ἀνέβλεψεν καὶ ἠκολούθει αὐτῷ δοξάζων τὸν Θεόν καὶ πᾶς λαὸς ἰδὼν ἔδωκεν αἶνον τῷ Θεῷ

Luke 18:28-43, Hebrew & Greek Study Bible. Public domain.
Luke 17
Top of Page
Top of Page










Copied