2 Timothy 4
[an error occurred while processing this directive] Parallel GRK [BSB CSB ESV HCS KJV ISV NAS NET NIV NLT GRK]
[an error occurred while processing this directive]Greek Study Bible
1[an error occurred while processing this directive]1Διαμαρτύρομαι ἐνώπιον τοῦ Θεοῦ καὶ Χριστοῦ Ἰησοῦ τοῦ μέλλοντος κρίνειν ζῶντας καὶ νεκρούς καὶ τὴν ἐπιφάνειαν αὐτοῦ καὶ τὴν βασιλείαν αὐτοῦ
2[an error occurred while processing this directive]2κήρυξον τὸν λόγον ἐπίστηθι εὐκαίρως ἀκαίρως ἔλεγξον ἐπιτίμησον παρακάλεσον ἐν πάσῃ μακροθυμίᾳ καὶ διδαχῇ
3[an error occurred while processing this directive]3Ἔσται γὰρ καιρὸς ὅτε τῆς ὑγιαινούσης διδασκαλίας οὐκ ἀνέξονται ἀλλὰ κατὰ τὰς ἰδίας ἐπιθυμίας ἑαυτοῖς ἐπισωρεύσουσιν διδασκάλους κνηθόμενοι τὴν ἀκοήν
4[an error occurred while processing this directive]4καὶ ἀπὸ μὲν τῆς ἀληθείας τὴν ἀκοὴν ἀποστρέψουσιν ἐπὶ δὲ τοὺς μύθους ἐκτραπήσονται
5[an error occurred while processing this directive]5Σὺ δὲ νῆφε ἐν πᾶσιν κακοπάθησον ἔργον ποίησον εὐαγγελιστοῦ τὴν διακονίαν σου πληροφόρησον
6[an error occurred while processing this directive]6Ἐγὼ γὰρ ἤδη σπένδομαι καὶ καιρὸς τῆς ἀναλύσεώς μου ἐφέστηκεν
7[an error occurred while processing this directive]7τὸν καλὸν ἀγῶνα ἠγώνισμαι τὸν δρόμον τετέλεκα τὴν πίστιν τετήρηκα
8[an error occurred while processing this directive]8λοιπὸν ἀπόκειταί μοι τῆς δικαιοσύνης στέφανος ὃν ἀποδώσει μοι κύριος ἐν ἐκείνῃ τῇ ἡμέρᾳ δίκαιος κριτής οὐ μόνον δὲ ἐμοὶ ἀλλὰ καὶ πᾶσι τοῖς ἠγαπηκόσι τὴν ἐπιφάνειαν αὐτοῦ
9[an error occurred while processing this directive]9Σπούδασον ἐλθεῖν πρός με ταχέως
10[an error occurred while processing this directive]10Δημᾶς γάρ με ἐγκατέλιπεν ἀγαπήσας τὸν νῦν αἰῶνα καὶ ἐπορεύθη εἰς Θεσσαλονίκην Κρήσκης εἰς Γαλατίαν Τίτος εἰς Δαλματίαν
11[an error occurred while processing this directive]11Λουκᾶς ἐστιν μόνος μετ’ ἐμοῦ Μᾶρκον ἀναλαβὼν ἄγε μετὰ σεαυτοῦ ἔστιν γάρ μοι εὔχρηστος εἰς διακονίαν
12[an error occurred while processing this directive]12Τυχικὸν δὲ ἀπέστειλα εἰς Ἔφεσον
13[an error occurred while processing this directive]13τὸν φαιλόνην* ὃν ἀπέλιπον ἐν Τρῳάδι παρὰ Κάρπῳ ἐρχόμενος φέρε καὶ τὰ βιβλία μάλιστα τὰς μεμβράνας
14[an error occurred while processing this directive]14Ἀλέξανδρος χαλκεὺς πολλά μοι κακὰ ἐνεδείξατο ἀποδώσει αὐτῷ Κύριος κατὰ τὰ ἔργα αὐτοῦ
15[an error occurred while processing this directive]15ὃν καὶ σὺ φυλάσσου λίαν γὰρ ἀντέστη τοῖς ἡμετέροις λόγοις
16[an error occurred while processing this directive]16Ἐν τῇ πρώτῃ μου ἀπολογίᾳ οὐδείς μοι παρεγένετο ἀλλὰ πάντες με ἐγκατέλιπον μὴ αὐτοῖς λογισθείη
17[an error occurred while processing this directive]17 δὲ Κύριός μοι παρέστη καὶ ἐνεδυνάμωσέν με ἵνα δι’ ἐμοῦ τὸ κήρυγμα πληροφορηθῇ καὶ ἀκούσωσιν πάντα τὰ ἔθνη καὶ ἐρρύσθην ἐκ στόματος λέοντος
18[an error occurred while processing this directive]18ῥύσεταί με Κύριος ἀπὸ παντὸς ἔργου πονηροῦ καὶ σώσει εἰς τὴν βασιλείαν αὐτοῦ τὴν ἐπουράνιον δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων ἀμήν
19[an error occurred while processing this directive]19Ἄσπασαι Πρίσκαν καὶ Ἀκύλαν καὶ τὸν Ὀνησιφόρου οἶκον
20[an error occurred while processing this directive]20Ἔραστος ἔμεινεν ἐν Κορίνθῳ Τρόφιμον δὲ ἀπέλιπον ἐν Μιλήτῳ ἀσθενοῦντα
21[an error occurred while processing this directive]21Σπούδασον πρὸ χειμῶνος ἐλθεῖν Ἀσπάζεταί σε Εὔβουλος καὶ Πούδης καὶ Λίνος καὶ Κλαυδία καὶ οἱ ἀδελφοὶ πάντες
22[an error occurred while processing this directive]22 Κύριος μετὰ τοῦ πνεύματός σου χάρις μεθ’ ὑμῶν ⧼Ἀμήν⧽
[an error occurred while processing this directive]Greek and Hebrew Study Bible courtesy Bible Hub and the Discovery Bible team.
2 Timothy 3
Top of Page
Top of Page