Revelation 19
HCSB Parallel GRK [BSB CSB ESV HCS KJV ISV NAS NET NIV NLT GRK]
Holman Christian Standard BibleGreek Study Bible
1After this I heard something like the loud voice of a vast multitude in heaven, saying: Hallelujah! Salvation, glory, and power belong to our God, 1Μετὰ ταῦτα ἤκουσα ὡς φωνὴν μεγάλην ὄχλου πολλοῦ ἐν τῷ οὐρανῷ λεγόντων Ἁλληλουϊά σωτηρία καὶ δόξα καὶ δύναμις τοῦ Θεοῦ ἡμῶν
2because His judgments are true and righteous, because He has judged the notorious prostitute who corrupted the earth with her sexual immorality; and He has avenged the blood of His slaves that was on her hands. 2ὅτι ἀληθιναὶ καὶ δίκαιαι αἱ κρίσεις αὐτοῦ ὅτι ἔκρινεν τὴν πόρνην τὴν μεγάλην ἥτις ἔφθειρεν τὴν γῆν ἐν τῇ πορνείᾳ αὐτῆς καὶ ἐξεδίκησεν τὸ αἷμα τῶν δούλων αὐτοῦ ἐκ χειρὸς αὐτῆς
3A second time they said: Hallelujah! Her smoke ascends forever and ever! 3Καὶ δεύτερον εἴρηκαν Ἁλληλουϊά καὶ καπνὸς αὐτῆς ἀναβαίνει εἰς τοὺς αἰῶνας τῶν αἰώνων
4Then the 24 elders and the four living creatures fell down and worshiped God, who is seated on the throne, saying: Amen! Hallelujah! 4Καὶ ἔπεσαν οἱ πρεσβύτεροι οἱ εἴκοσι τέσσαρες καὶ τὰ τέσσαρα ζῷα καὶ προσεκύνησαν τῷ Θεῷ τῷ καθημένῳ ἐπὶ τῷ θρόνῳ λέγοντες Ἀμήν Ἁλληλουϊά
5A voice came from the throne, saying: Praise our God, all His slaves, who fear Him, both small and great! 5Καὶ φωνὴ ἀπὸ τοῦ θρόνου ἐξῆλθεν λέγουσα Αἰνεῖτε τῷ Θεῷ ἡμῶν πάντες οἱ δοῦλοι αὐτοῦ ‹καὶ› οἱ φοβούμενοι αὐτόν οἱ μικροὶ καὶ οἱ μεγάλοι
6Then I heard something like the voice of a vast multitude, like the sound of cascading waters, and like the rumbling of loud thunder, saying: Hallelujah, because our Lord God, the Almighty, has begun to reign! 6Καὶ ἤκουσα ὡς φωνὴν ὄχλου πολλοῦ καὶ ὡς φωνὴν ὑδάτων πολλῶν καὶ ὡς φωνὴν βροντῶν ἰσχυρῶν λεγόντων Ἁλληλουϊά ὅτι ἐβασίλευσεν Κύριος Θεός ἡμῶν Παντοκράτωρ
7Let us be glad, rejoice, and give Him glory, because the marriage of the Lamb has come, and His wife has prepared herself. 7χαίρωμεν καὶ ἀγαλλιῶμεν καὶ δώσομεν τὴν δόξαν αὐτῷ ὅτι ἦλθεν γάμος τοῦ Ἀρνίου καὶ γυνὴ αὐτοῦ ἡτοίμασεν ἑαυτήν
8She was given fine linen to wear, bright and pure. For the fine linen represents the righteous acts of the saints. 8καὶ ἐδόθη αὐτῇ ἵνα περιβάληται βύσσινον λαμπρὸν καθαρόν Τὸ γὰρ βύσσινον τὰ δικαιώματα τῶν ἁγίων ἐστίν
9Then he said to me, "Write: Those invited to the marriage feast of the Lamb are fortunate!" He also said to me, "These words of God are true."9Καὶ λέγει μοι Γράψον Μακάριοι οἱ εἰς τὸ δεῖπνον τοῦ γάμου τοῦ Ἀρνίου κεκλημένοι καὶ λέγει μοι Οὗτοι οἱ λόγοι ἀληθινοὶ τοῦ Θεοῦ εἰσιν
10Then I fell at his feet to worship him, but he said to me, "Don't do that! I am a fellow slave with you and your brothers who have the testimony about Jesus. Worship God, because the testimony about Jesus is the spirit of prophecy." 10Καὶ ἔπεσα ἔμπροσθεν τῶν ποδῶν αὐτοῦ προσκυνῆσαι αὐτῷ καὶ λέγει μοι Ὅρα μή σύνδουλός σού εἰμι καὶ τῶν ἀδελφῶν σου τῶν ἐχόντων τὴν μαρτυρίαν Ἰησοῦ τῷ Θεῷ προσκύνησον γὰρ μαρτυρία Ἰησοῦ ἐστιν τὸ πνεῦμα τῆς προφητείας
11Then I saw heaven opened, and there was a white horse. Its rider is called Faithful and True, and He judges and makes war in righteousness.11Καὶ εἶδον τὸν οὐρανὸν ἠνεῳγμένον καὶ ἰδοὺ ἵππος λευκός καὶ καθήμενος ἐπ’ αὐτὸν καλούμενος Πιστὸς καὶ Ἀληθινός καὶ ἐν δικαιοσύνῃ κρίνει καὶ πολεμεῖ
12His eyes were like a fiery flame, and many crowns were on His head. He had a name written that no one knows except Himself.12οἱ δὲ ὀφθαλμοὶ αὐτοῦ [ὡς] φλὸξ πυρός καὶ ἐπὶ τὴν κεφαλὴν αὐτοῦ διαδήματα πολλά ἔχων ὄνομα γεγραμμένον οὐδεὶς οἶδεν εἰ μὴ αὐτός
13He wore a robe stained with blood, and His name is the Word of God.13καὶ περιβεβλημένος ἱμάτιον βεβαμμένον αἵματι καὶ κέκληται τὸ ὄνομα αὐτοῦ Λόγος τοῦ Θεοῦ
14The armies that were in heaven followed Him on white horses, wearing pure white linen. 14Καὶ τὰ στρατεύματα τὰ ἐν τῷ οὐρανῷ ἠκολούθει αὐτῷ ἐφ’ ἵπποις λευκοῖς ἐνδεδυμένοι βύσσινον λευκὸν καθαρόν
15A sharp sword came from His mouth, so that He might strike the nations with it. He will shepherd them with an iron scepter. He will also trample the winepress of the fierce anger of God, the Almighty. 15καὶ ἐκ τοῦ στόματος αὐτοῦ ἐκπορεύεται ῥομφαία ὀξεῖα ἵνα ἐν αὐτῇ πατάξῃ τὰ ἔθνη καὶ αὐτὸς ποιμανεῖ αὐτοὺς ἐν ῥάβδῳ σιδηρᾷ καὶ αὐτὸς πατεῖ τὴν ληνὸν τοῦ οἴνου τοῦ θυμοῦ τῆς ὀργῆς τοῦ Θεοῦ τοῦ Παντοκράτορος
16And He has a name written on His robe and on His thigh: KING OF KINGS AND LORD OF LORDS. 16καὶ ἔχει ἐπὶ τὸ ἱμάτιον καὶ ἐπὶ τὸν μηρὸν αὐτοῦ ὄνομα γεγραμμένον ΒΑΣΙΛΕΥΣ ΒΑΣΙΛΕΩΝ ΚΑΙ ΚΥΡΙΟΣ ΚΥΡΙΩΝ
17Then I saw an angel standing on the sun, and he cried out in a loud voice, saying to all the birds flying high overhead, "Come, gather together for the great supper of God, 17Καὶ εἶδον ἕνα ἄγγελον ἑστῶτα ἐν τῷ ἡλίῳ καὶ ἔκραξεν ἐν φωνῇ μεγάλῃ λέγων πᾶσιν τοῖς ὀρνέοις τοῖς πετομένοις ἐν μεσουρανήματι Δεῦτε συνάχθητε εἰς τὸ δεῖπνον τὸ μέγα τοῦ Θεοῦ
18so that you may eat the flesh of kings, the flesh of commanders, the flesh of mighty men, the flesh of horses and of their riders, and the flesh of everyone, both free and slave, small and great." 18ἵνα φάγητε σάρκας βασιλέων καὶ σάρκας χιλιάρχων καὶ σάρκας ἰσχυρῶν καὶ σάρκας ἵππων καὶ τῶν καθημένων ἐπ’ αὐτῶν καὶ σάρκας πάντων ἐλευθέρων τε καὶ δούλων καὶ μικρῶν καὶ μεγάλων
19Then I saw the beast, the kings of the earth, and their armies gathered together to wage war against the rider on the horse and against His army. 19Καὶ εἶδον τὸ θηρίον καὶ τοὺς βασιλεῖς τῆς γῆς καὶ τὰ στρατεύματα αὐτῶν συνηγμένα ποιῆσαι τὸν πόλεμον μετὰ τοῦ καθημένου ἐπὶ τοῦ ἵππου καὶ μετὰ τοῦ στρατεύματος αὐτοῦ
20But the beast was taken prisoner, and along with him the false prophet, who had performed the signs in his presence. He deceived those who accepted the mark of the beast and those who worshiped his image with these signs. Both of them were thrown alive into the lake of fire that burns with sulfur.20καὶ ἐπιάσθη τὸ θηρίον καὶ μετ’ αὐτοῦ ψευδοπροφήτης ποιήσας τὰ σημεῖα ἐνώπιον αὐτοῦ ἐν οἷς ἐπλάνησεν τοὺς λαβόντας τὸ χάραγμα τοῦ θηρίου καὶ τοὺς προσκυνοῦντας τῇ εἰκόνι αὐτοῦ ζῶντες ἐβλήθησαν οἱ δύο εἰς τὴν λίμνην τοῦ πυρὸς τῆς καιομένης ἐν θείῳ
21The rest were killed with the sword that came from the mouth of the rider on the horse, and all the birds were filled with their flesh. 21καὶ οἱ λοιποὶ ἀπεκτάνθησαν ἐν τῇ ῥομφαίᾳ τοῦ καθημένου ἐπὶ τοῦ ἵππου τῇ ἐξελθούσῃ ἐκ τοῦ στόματος αὐτοῦ Καὶ πάντα τὰ ὄρνεα ἐχορτάσθησαν ἐκ τῶν σαρκῶν αὐτῶν
Holman Christian Standard Bible®, Copyright © 1999, 2000, 2002, 2003, 2009 by Holman Bible Publishers. Used by permission.Greek and Hebrew Study Bible courtesy Bible Hub and the Discovery Bible team.
Revelation 18
Top of Page
Top of Page