2 Corinthians 12:2-21Hebrew & Greek Study Bible Hebrew & Greek Study Bible ▾ AMP · Amplified Bible ASV · American Standard Version BAB · Berean Annotated Bible BLB · Berean Literal Bible BSB · Berean Standard Bible BSB STRONGS · BSB with Strong's CPDV · Catholic Public Domain Version CSB · Christian Standard Bible DRB · Douay-Rheims Bible ERV · English Revised Version ESV · English Standard Version GWT · God's Word Translation HCSB · Holman Christian Standard Bible HCSB STRONGS · HCSB with Strong's ISV · Intl. Standard Version KJV · King James Version KJV STRONGS · KJV with Strong's LSB · Legacy Standard Bible LSV · Literal Standard Version MSB · Majority Standard Bible NABRE · New American Bible Revised NASB · New American Standard Bible NASB77 · New American Standard 1977 NASB95 · New American Standard 1995 NASB95 STRONGS · NASB95 with Strong's NET · New English Translation NHEB · New Heart English Bible NIV · New International Version NKJV · New King James Version NLT · New Living Translation NRSVCE · NRSV Catholic Edition SLT · Smith's Literal Translation STUDY · Hebrew & Greek Study Bible WBT · Webster's Bible Translation WEB · World English Bible YLT · Young's Literal Translation YLT STRONGS · YLT with Strong's Par ▾ 2 οἶδα ἄνθρωπον ἐν Χριστῷ πρὸ ἐτῶν δεκατεσσάρων εἴτε ἐν σώματι οὐκ οἶδα εἴτε ἐκτὸς τοῦ σώματος οὐκ οἶδα ὁ Θεὸς οἶδεν ἁρπαγέντα τὸν τοιοῦτον ἕως τρίτου οὐρανοῦ3 καὶ οἶδα τὸν τοιοῦτον ἄνθρωπον εἴτε ἐν σώματι εἴτε χωρὶς τοῦ σώματος οὐκ οἶδα ὁ Θεὸς οἶδεν4 ὅτι ἡρπάγη εἰς τὸν Παράδεισον καὶ ἤκουσεν ἄρρητα ῥήματα ἃ οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι5 Ὑπὲρ τοῦ τοιούτου καυχήσομαι ὑπὲρ δὲ ἐμαυτοῦ οὐ καυχήσομαι εἰ μὴ ἐν ταῖς ἀσθενείαις6 ἐὰν γὰρ θελήσω καυχήσασθαι οὐκ ἔσομαι ἄφρων ἀλήθειαν γὰρ ἐρῶ φείδομαι δέ μή τις εἰς ἐμὲ λογίσηται ὑπὲρ ὃ βλέπει με ἢ ἀκούει ‹τι› ἐξ ἐμοῦ7 καὶ τῇ ὑπερβολῇ τῶν ἀποκαλύψεων Διὸ ἵνα μὴ ὑπεραίρωμαι ἐδόθη μοι σκόλοψ τῇ σαρκί ἄγγελος Σατανᾶ ἵνα με κολαφίζῃ ἵνα μὴ ὑπεραίρωμαι8 ὑπὲρ τούτου τρὶς τὸν Κύριον παρεκάλεσα ἵνα ἀποστῇ ἀπ’ ἐμοῦ9 καὶ εἴρηκέν μοι Ἀρκεῖ σοι ἡ χάρις μου ἡ γὰρ δύναμις ἐν ἀσθενείᾳ τελεῖται Ἥδιστα οὖν μᾶλλον καυχήσομαι ἐν ταῖς ἀσθενείαις ‹μου› ἵνα ἐπισκηνώσῃ ἐπ’ ἐμὲ ἡ δύναμις τοῦ Χριστοῦ10 διὸ εὐδοκῶ ἐν ἀσθενείαις ἐν ὕβρεσιν ἐν ἀνάγκαις ἐν διωγμοῖς καὶ στενοχωρίαις ὑπὲρ Χριστοῦ ὅταν γὰρ ἀσθενῶ τότε δυνατός εἰμι11 Γέγονα ἄφρων ὑμεῖς με ἠναγκάσατε ἐγὼ γὰρ ὤφειλον ὑφ’ ὑμῶν συνίστασθαι οὐδὲν γὰρ ὑστέρησα τῶν Ὑπερλίαν ἀποστόλων εἰ καὶ οὐδέν εἰμι12 τὰ μὲν σημεῖα τοῦ ἀποστόλου κατειργάσθη ἐν ὑμῖν ἐν πάσῃ ὑπομονῇ σημείοις τε καὶ τέρασιν καὶ δυνάμεσιν13 τί γάρ ἐστιν ὃ ἡσσώθητε ὑπὲρ τὰς λοιπὰς ἐκκλησίας εἰ μὴ ὅτι αὐτὸς ἐγὼ οὐ κατενάρκησα ὑμῶν χαρίσασθέ μοι τὴν ἀδικίαν ταύτην14 Ἰδοὺ τρίτον τοῦτο ἑτοίμως ἔχω ἐλθεῖν πρὸς ὑμᾶς καὶ οὐ καταναρκήσω οὐ γὰρ ζητῶ τὰ ὑμῶν ἀλλὰ ὑμᾶς οὐ γὰρ ὀφείλει τὰ τέκνα τοῖς γονεῦσιν θησαυρίζειν ἀλλὰ οἱ γονεῖς τοῖς τέκνοις15 ἐγὼ δὲ ἥδιστα δαπανήσω καὶ ἐκδαπανηθήσομαι ὑπὲρ τῶν ψυχῶν ὑμῶν εἰ περισσοτέρως ὑμᾶς ἀγαπῶν* ἧσσον ἀγαπῶμαι16 Ἔστω δέ ἐγὼ οὐ κατεβάρησα ὑμᾶς ἀλλὰ ὑπάρχων πανοῦργος δόλῳ ὑμᾶς ἔλαβον17 μή τινα ὧν ἀπέσταλκα πρὸς ὑμᾶς δι’ αὐτοῦ ἐπλεονέκτησα ὑμᾶς18 παρεκάλεσα Τίτον καὶ συναπέστειλα τὸν ἀδελφόν μήτι ἐπλεονέκτησεν ὑμᾶς Τίτος οὐ τῷ αὐτῷ Πνεύματι περιεπατήσαμεν οὐ τοῖς αὐτοῖς ἴχνεσιν19 Πάλαι δοκεῖτε ὅτι ὑμῖν ἀπολογούμεθα κατέναντι Θεοῦ ἐν Χριστῷ λαλοῦμεν τὰ δὲ πάντα ἀγαπητοί ὑπὲρ τῆς ὑμῶν οἰκοδομῆς20 φοβοῦμαι γὰρ μή πως ἐλθὼν οὐχ οἵους θέλω εὕρω ὑμᾶς κἀγὼ εὑρεθῶ ὑμῖν οἷον οὐ θέλετε μή πως ἔρις ζῆλος θυμοί ἐριθεῖαι καταλαλιαί ψιθυρισμοί φυσιώσεις ἀκαταστασίαι21 μὴ πάλιν ἐλθόντος μου ταπεινώσῃ με ὁ Θεός μου πρὸς ὑμᾶς καὶ πενθήσω πολλοὺς τῶν προημαρτηκότων καὶ μὴ μετανοησάντων ἐπὶ τῇ ἀκαθαρσίᾳ καὶ πορνείᾳ καὶ ἀσελγείᾳ ᾗ ἔπραξαν ← Show Verse 1 Full chapter Parallel translations Study & commentary Cross-references 2 Corinthians 12:2-21, Hebrew & Greek Study Bible. Public domain.