Revelation 22
Study Bible ABP ▾ 
The River of Life

Καὶ ἔδειξέν μοι ποταμὸν ὕδατος ζωῆς λαμπρὸν ὡς κρύσταλλον ἐκπορευόμενον ἐκ τοῦ θρόνου τοῦ Θεοῦ καὶ τοῦ Ἀρνίου ἐν μέσῳ τῆς πλατείας αὐτῆς καὶ τοῦ ποταμοῦ ἐντεῦθεν καὶ ἐκεῖθεν ξύλον ζωῆς ποιοῦν καρποὺς δώδεκα κατὰ μῆνα ἕκαστον ἀποδιδοῦν τὸν καρπὸν αὐτοῦ καὶ τὰ φύλλα τοῦ ξύλου εἰς θεραπείαν τῶν ἐθνῶν Καὶ πᾶν κατάθεμα οὐκ ἔσται ἔτι καὶ θρόνος τοῦ Θεοῦ καὶ τοῦ Ἀρνίου ἐν αὐτῇ ἔσται καὶ οἱ δοῦλοι αὐτοῦ λατρεύσουσιν αὐτῷ καὶ ὄψονται τὸ πρόσωπον αὐτοῦ καὶ τὸ ὄνομα αὐτοῦ ἐπὶ τῶν μετώπων αὐτῶν καὶ νὺξ οὐκ ἔσται ἔτι καὶ οὐκ ἔχουσιν χρείαν φωτὸς λύχνου καὶ φωτὸς ἡλίου ὅτι Κύριος Θεὸς φωτίσει ἐπ’ αὐτούς καὶ βασιλεύσουσιν εἰς τοὺς αἰῶνας τῶν αἰώνων

Jesus is Coming

Καὶ εἶπέν μοι Οὗτοι οἱ λόγοι πιστοὶ καὶ ἀληθινοί καὶ Κύριος Θεὸς τῶν πνευμάτων τῶν προφητῶν ἀπέστειλεν τὸν ἄγγελον αὐτοῦ δεῖξαι τοῖς δούλοις αὐτοῦ δεῖ γενέσθαι ἐν τάχει

Καὶ Ἰδοὺ ἔρχομαι ταχύ μακάριος τηρῶν τοὺς λόγους τῆς προφητείας τοῦ βιβλίου τούτου

Κἀγὼ Ἰωάννης ἀκούων καὶ βλέπων ταῦτα καὶ ὅτε ἤκουσα καὶ ἔβλεψα ἔπεσα προσκυνῆσαι ἔμπροσθεν τῶν ποδῶν τοῦ ἀγγέλου τοῦ δεικνύοντός μοι ταῦτα καὶ λέγει μοι Ὅρα μή σύνδουλός σού εἰμι καὶ τῶν ἀδελφῶν σου τῶν προφητῶν καὶ τῶν τηρούντων τοὺς λόγους τοῦ βιβλίου τούτου τῷ Θεῷ προσκύνησον

10 Καὶ λέγει μοι Μὴ σφραγίσῃς τοὺς λόγους τῆς προφητείας τοῦ βιβλίου τούτου καιρὸς γὰρ ἐγγύς ἐστιν 11  ἀδικῶν ἀδικησάτω ἔτι καὶ ῥυπαρὸς ῥυπανθήτω ἔτι καὶ δίκαιος δικαιοσύνην ποιησάτω ἔτι καὶ ἅγιος ἁγιασθήτω ἔτι

12 Ἰδοὺ ἔρχομαι ταχύ καὶ μισθός μου μετ’ ἐμοῦ ἀποδοῦναι ἑκάστῳ ὡς τὸ ἔργον ἐστὶν αὐτοῦ 13 ἐγὼ τὸ Ἄλφα καὶ τὸ πρῶτος καὶ ἔσχατος ἀρχὴ καὶ τὸ τέλος

14 Μακάριοι οἱ πλύνοντες τὰς στολὰς αὐτῶν ἵνα ἔσται ἐξουσία αὐτῶν ἐπὶ τὸ ξύλον τῆς ζωῆς καὶ τοῖς πυλῶσιν εἰσέλθωσιν εἰς τὴν πόλιν 15 ἔξω οἱ κύνες καὶ οἱ φάρμακοι καὶ οἱ πόρνοι καὶ οἱ φονεῖς καὶ οἱ εἰδωλολάτραι καὶ πᾶς φιλῶν καὶ ποιῶν ψεῦδος

16 Ἐγὼ Ἰησοῦς ἔπεμψα τὸν ἄγγελόν μου μαρτυρῆσαι ὑμῖν ταῦτα ἐπὶ ταῖς ἐκκλησίαις ἐγώ εἰμι ῥίζα καὶ τὸ γένος Δαυίδ ἀστὴρ λαμπρός πρωϊνός

17 Καὶ τὸ Πνεῦμα καὶ νύμφη λέγουσιν Ἔρχου καὶ ἀκούων εἰπάτω Ἔρχου καὶ διψῶν ἐρχέσθω θέλων λαβέτω ὕδωρ ζωῆς δωρεάν

Nothing May Be Added

18 Μαρτυρῶ ἐγὼ παντὶ τῷ ἀκούοντι τοὺς λόγους τῆς προφητείας τοῦ βιβλίου τούτου ἐάν τις ἐπιθῇ ἐπ’ αὐτά ἐπιθήσει Θεὸς ἐπ’ αὐτὸν τὰς πληγὰς τὰς γεγραμμένας ἐν τῷ βιβλίῳ τούτῳ 19 καὶ ἐάν τις ἀφέλῃ ἀπὸ τῶν λόγων τοῦ βιβλίου τῆς προφητείας ταύτης ἀφελεῖ Θεὸς τὸ μέρος αὐτοῦ ἀπὸ τοῦ ξύλου τῆς ζωῆς καὶ ἐκ τῆς πόλεως τῆς ἁγίας τῶν γεγραμμένων ἐν τῷ βιβλίῳ τούτῳ

20 Λέγει μαρτυρῶν ταῦτα Ναί ἔρχομαι ταχύ Ἀμήν ἔρχου Κύριε Ἰησοῦ

21  χάρις τοῦ Κυρίου Ἰησοῦ (Χριστοῦ) μετὰ πάντων ⧼ἁγίων Ἀμήν⧽

Study Bible by Bible Hub in cooperation with Helps Ministries. For comparative study, where possible, chapter and verse numbers are mapped to the traditional convention used by modern English texts.

Section Headings Courtesy INT Bible © 2012, Used by Permission

Bible Hub


Revelation 21
Top of Page
Top of Page