Forty-Two Journeys of the Israelites 1Καὶ οὗτοι σταθμοὶ τῶν υἱῶν Ἰσραήλ, ὡς ἐξῆλθον ἐκ γῆς Αἰγύπτου σὺν δυνάμει αὐτῶν ἐν χειρὶ Μωυσῆ καὶ Ἀαρών· 2καὶ ἔγραψεν Μωυσῆς τὰς ἀπάρσεις αὐτῶν καὶ τοὺς σταθμοὺς αὐτῶν διὰ ῥήματος Κυρίου. καὶ οὗτοι σταθμοὶ τῆς πορείας αὐτῶν. 3ἀπῆραν ἐκ Ῥαμεσσὴ τῷ μηνὶ τῷ πρώτῳ, τῇ πεντεκαιδεκάτῃ ἡμέρᾳ τοῦ μηνὸς τοῦ πρώτου· τῇ ἐπαύριον τοῦ πάσχα ἐξῆλθον οἱ υἱοὶ Ἰσραὴλ ἐν χειρὶ ὑψηλῇ ἐναντίον πάντων τῶν Αἰγυπτίων· 4καὶ οἱ Αἰγύπτιοι ἔθαπτον ἐξ αὑτῶν τοὺς τεθνηκότας πάντας οὓς ἐπάταξεν Κύριος, πᾶν πρωτότοκον ἐν γῇ Αἰγύπτῳ· καὶ ἐν τοῖς θεοῖς αὐτῶν ἐποίησεν τὴν ἐκδίκησιν Κύριος. 5καὶ ἀπάραντες οἱ υἱοὶ Ἰσραὴλ ἐκ Ῥαμεσσὴ παρενέβαλον εἰς Σοκχώθ· 6καὶ ἀπῆραν ἐκ Σοκχὼθ καὶ παρενέβαλον εἰς Βουθάν, ὅ ἐστιν μέρος τῆς ἐρήμου. 7καὶ ἀπῆραν ἐκ Βουθὰν καὶ παρενέβαλον ἐπὶ στόμα Ἐπιρώθ, ὅ ἐστιν ἀπέναντι Βεελσεπφών, καὶ παρενέβαλον ἀπέναντι Μαγδώλου. 8καὶ ἀπῆραν ἀπέναντι Εἱρὼθ καὶ διέβησαν μέσον τῆς θαλάσσης εἰς τὴν ἔρημον· καὶ ἐπορεύθησαν ὁδὸν τριῶν ἡμερῶν διὰ τῆς ἐρήμου καὶ παρενέβαλον ἐν Πικρίαις. 9καὶ ἀπῆραν ἐκ Πικριῶν καὶ ἦλθον εἰς Αἰλείμ· καὶ ἐν Αἰλεὶμ ιβ᾽ πηγαὶ ὑδάτων καὶ ἑβδομήκοντα στελέχη φοινίκων· καὶ παρενέβαλον ἐκεῖ παρὰ τὸ ὕδωρ. 10καὶ ἀπῆραν ἐξ Αἰλεὶμ καὶ παρενέβαλον ἐπὶ θάλασσαν ἐρυθράν· 11καὶ ἀπῆραν ἀπὸ θαλάσσης ἐρυθρᾶς καὶ παρενέβαλον εἰς τὴν ἔρημον Σείν· 12καὶ ἀπῆραν ἐκ τῆς ἐρήμου Σεὶν καὶ παρενέβαλον εἰς Ῥαφακά· 13καὶ ἀπῆραν ἐκ Ῥαφακὰ καὶ παρενέβαλον ἐν Αἰλείμ· 14καὶ ἀπῆραν ἐξ Αἰλεὶμ καὶ παρενέβαλον ἐν Ῥαφιδείν, καὶ οὐκ ἦν ὕδωρ τῷ λαῷ πιεῖν ἐκεῖ. 15καὶ ἀπῆραν ἐκ Ῥαφιδεὶν καὶ παρενέβαλον ἐν τῇ ἐρήμῳ Σεινά· 16καὶ ἀπῆραν ἐκ τῆς ἐρήμου Σεινὰ καὶ παρενέβαλον ἐν Μνήμασιν ἐπιθυμίας· 17καὶ ἀπῆραν ἐκ Μνημάτων ἐπιθυμίας καὶ παρενέβαλον ἐν Ἁσηρώθ· 18καὶ ἀπῆραν ἐξ Ἁσηρὼθ καὶ παρενέβαλον ἐν Ῥαθαμά· 19καὶ ἀπῆραν ἐκ Ῥαθαμὰ καὶ παρενέβαλον ἐν Ῥεμμὼν Φάρες· 20καὶ ἀπῆραν ἐκ Ῥαμμὼν Φάρες καὶ παρενέβαλον ἐν Λεμωνά· 21καὶ ἀπῆραν ἐκ Λεμωνὰ καὶ παρενέβαλον εἰς Δεσσά· 22καὶ ἀπῆραν ἐκ Δεσσὰ καὶ παρενέβαλον εἰς Μακελλάθ· 23καὶ ἀπῆραν ἐκ Μακελλὰθ καὶ παρενέβαλον εἰς Σάφαρ· 24καὶ ἀπῆραν ἐκ Σάφαρ καὶ παρενέβαλον εἰς Χαραδάθ· 25καὶ ἀπῆραν ἐκ Χαραδὰθ καὶ παρενέβαλον εἰς Μακηλώθ· 26καὶ ἀπῆραν ἐκ Μακηλὼθ καὶ παρενέβαλον εἰς Κατάαθ· 27καὶ ἀπῆραν ἐκ Κατάαθ καὶ παρενέβαλον εἰς Τάραθ· 28καὶ ἀπῆραν ἐκ Τάραθ καὶ παρενέβαλον εἰς Ματεκκά· 29καὶ ἀπῆραν ἐκ Ματεκκὰ καὶ παρενέβαλον εἰς Σελμωνά· 30καὶ ἀπῆραν ἐκ Σελμωνὰ καὶ παρενέβαλον εἰς Μασσουρώθ· 31καὶ ἀπῆραν ἐκ Μασσουροὺθ καὶ παρενέβαλον εἰς Βαναία· 32καὶ ἀπῆραν ἐκ Βαναία καὶ παρενέβαλον εἰς τὸ ὄρος Γαδγάδ· 33καὶ ἀπῆραν ἐκ τοῦ ὄρους Γαδγὰδ καὶ παρενέβαλον εἰς Σετεβάθα· 34καὶ ἀπῆραν ἐκ Σετεβάθα καὶ παρενέβαλον εἰς Σεβρωνά· 35καὶ ἀπῆραν ἐκ Σεβρωνὰ καὶ παρενέβαλον εἰς Γεσσιὼν Γάβερ· 36καὶ ἀπῆραν ἐκ Γεσσιὼν Γάβερ καὶ παρενέβαλον ἐν τῇ ἐρήμῳ Σείν· καὶ ἀπῆραν ἐκ τῆς ἐρήμου Σεὶν καὶ παρενέβαλον εἰς τὴν ἔρημον Φαράν, αὕτη ἐστὶν Καδής· 37καὶ ἀπῆραν ἐκ Καδὴς καὶ παρενέβαλον εἰς Ὣρ τὸ ὄρος, πλησίον γῆς Ἐδώμ. 38καὶ ἀνέβη Ἀαρὼν ὁ ἱερεὺς διὰ προστάγματος Κυρίου, καὶ ἀπέθανεν ἐκεῖ ἐν τῷ τεσσερακοστῷ ἔτει τῆς ἐξόδου τῶν υἱῶν Ἰσραὴλ ἐκ γῆς Αἰγύπτου, τῷ μηνὶ τῷ πέμπτῳ, μιᾷ τοῦ μηνός· 39καὶ Ἀαρὼν ἦν τριῶν καὶ εἴκοσι καὶ ἑκατὸν ἐτῶν, ὅτε ἀπέθνησκεν ἐν Ὣρ τῷ ὄρει. 40καὶ ἀκούσας ὁ Χανανείς, βασιλεὺς Ἀράδ· καὶ οὗτος κατῴκει ἐν γῇ Χανάαν, ὅτε εἰσεπορεύοντο οἱ υἱοὶ Ἰσραήλ. 41καὶ ἀπῆραν ἐξ Ὣρ τοῦ ὄρους καὶ παρενέβαλον εἰς Σελμωνά· 42καὶ ἀπῆραν ἐκ Σελμωνὰ καὶ παρενέβαλον εἰς Φεινώ· 43καὶ ἀπῆραν ἐκ Φεινὼ καὶ παρενέβαλον εἰς Σωβώθ· 44καὶ ἀπῆραν ἐκ Σωβὼθ καὶ παρενέβαλον ἐν Γαί, ἐν τῷ πέρα ἐπὶ τῶν ὁρίων Μωάβ· 45καὶ ἀπῆραν ἐκ Γαὶ καὶ παρενέβαλον εἰς Δαιβὼν Γάδ· 46καὶ ἀπῆραν ἐκ Δαιβὼν Γὰδ καὶ παρενέβαλον ἐν Γελμὼν Δεβλαθάιμ· 47καὶ ἀπῆραν ἐκ Γελμὼν Δεβλαθάιμ καὶ παρενέβαλον ἐπὶ τὰ ὄρη τὰ Ἀβαρεὶμ ἀπέναντι Ναβαύ· 48καὶ ἀπῆραν ἀπὸ ὀρέων Ἀβαρεὶμ καὶ παρενέβαλον ἐπὶ δυσμῶν Μωάβ, ἐπὶ τοῦ Ἰορδάνου κατὰ Ἰερειχώ· 49καὶ παρενέβαλον παρὰ τὸν Ἰορδάνην ἀνὰ μέσον Αἱσιμὼθ ἕως Βελσὰ τὸ κατὰ δυσμὰς Μωάβ. Instructions for Occupying Canaan 50Καὶ ἐλάλησεν Κύριος πρὸς Μωυσῆν λέγων ἐπὶ δυσμῶν Μωὰβ παρὰ τὸν Ἰορδάνην κατὰ Ἰερειχώ
51Λάλησον τοῖς υἱοῖς Ἰσραὴλ καὶ ἐρεῖς πρὸς αὐτούς Ὑμεῖς διαβαίνετε τὸν Ἰορδάνην εἰς γῆν Χανάαν·
52καὶ ἀπολεῖτε πάντας τοὺς κατοικοῦντας ἐν τῇ γῇ πρὸ προσώπου ὑμῶν, καὶ ἐξαρεῖτε τὰς σκοπιὰς αὐτῶν, καὶ πάντα τὰ εἴδωλα τὰ χωνευτὰ αὐτῶν ἀπολεῖτε αὐτά, καὶ πάσας τὰς στήλας αὐτῶν ἐξαρεῖτε.
53καὶ ἀπολεῖτε πάντας τοὺς κατοικοῦντας τὴν γῆν καὶ κατοικήσετε ἐν αὐτῇ, ὑμῖν γὰρ δέδωκα τὴν γῆν αὐτῶν ἐν κλήρῳ.
54καὶ κατακληρονομήσετε τὴν γῆν αὐτῶν ἐν κλήρῳ κατὰ φυλὰς αὐτῶν· τοῖς πλείοσιν πληθυνεῖτε τὴν κατάσχεσιν αὐτῶν, καὶ τοῖς ἐλάττοσιν ἐλαττώσετε τὴν κατάσχεσιν αὐτῶν· εἰς ὃ ἐὰν ἐξέλθῃ τὸ ὄνομα αὐτοῦ ἐκεῖ, αὐτοῦ ἔσται· κατὰ φυλὰς πατριῶν ὑμῶν κληρονομήσετε.
55ἐὰν δὲ μὴ ἀπολέσητε τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς ἀπὸ προσώπου ὑμῶν, καὶ ἔσται οὓς ἐὰν καταλίπητε ἐξ αὐτῶν, σκόλοπες ἐν τοῖς ὀφθαλμοῖς ὑμῶν καὶ βολίδες ἐν ταῖς πλευραῖς ὑμῶν, καὶ ἐχθρεύσουσιν ἐπὶ τῆς γῆς ἐφ᾽ ἣν ὑμεῖς κατοικήσετε·
56καὶ ἔσται καθότι διεγνώκειν ποιῆσαι αὐτούς, ποιήσω ὑμᾶς. Berean Greek Bible The BGB is based on Swete's LXX OT compiled by (Eliran Wong) with additional verses from Rahlfs LXX (*) + (Berean Greek NT). Versification has been adjusted to correspond with modern English translations. Free Downloads are available at GreekBible.org and OpenBible.com. Bible Hub |