Numbers 32
Berean Greek Bible Par ▾ 

The Tribes East of the Jordan
(Deuteronomy 3:12–22; Joshua 13:8–14)

1Καὶ κτήνη πλῆθος ἦν τοῖς υἱοῖς Ῥουβὴν καὶ τοῖς υἱοῖς Γάδ, πλῆθος σφόδρα· καὶ ἴδον τὴν χώραν Ἰαζὴρ καὶ τὴν χώραν Γαλαάδ, καὶ ἦν ὁ τόπος τόπος κτήνεσιν. 2καὶ προσελθόντες οἱ υἱοὶ Ῥουβὴν καὶ οἱ υἱοὶ Γὰδ εἶπαν πρὸς Μωυσῆν καὶ πρὸς Ἐλεαζὰρ τὸν ἱερέα καὶ πρὸς τοὺς ἄρχοντας τῆς συναγωγῆς λέγοντες 3Ἀταρὼθ καὶ Δαιβὼν καὶ Ἰαζὴρ καὶ Ναμβρὰ καὶ Ἑσεβὼν καὶ Ἐλεαλὴ καὶ Σεβαμὰ καὶ Ναβαὺ καὶ Βαιάν, 4τὴν γῆν ἣν παραδέδωκεν Κύριος ἐνώπιον τῶν υἱῶν Ἰσραήλ, γῆ κτηνοτρόφος ἐστίν, καὶ τοῖς παισίν σου κτήνη ὑπάρχει. 5καὶ ἔλεγον Εἰ εὕρομεν χάριν ἐνώπιόν σου, δοθήτω ἡ γῆ αὕτη τοῖς οἰκέταις σου ἐν κατασχέσει, καὶ μὴ διαβιβάσῃς ἡμᾶς τὸν Ἰορδάνην.

6καὶ εἶπεν Μωυσῆς τοῖς υἱοῖς Γὰδ καὶ τοῖς υἱοῖς Ῥουβήν Οἱ ἀδελφοὶ ὑμῶν πορεύονται εἰς πόλεμον, καὶ ὑμεῖς καθήσεσθε αὐτοῦ; 7καὶ ἵνα τί διαστρέφετε τὰς διανοίας τῶν υἱῶν Ἰσραήλ, μὴ διαβῆναι εἰς τὴν γῆν ἣν Κύριος δίδωσιν αὐτοῖς; 8οὐχ οὕτως ἐποίησαν οἱ πατέρες ὑμῶν, ὅτε ἀπέστειλα αὐτοὺς ἐκ Καδὴς Βαρνὴ κατανοῆσαι τὴν γῆν; 9καὶ ἀνέβησαν Φάραγγα βότρυος, καὶ κατενόησαν τὴν γῆν, καὶ ἀπέστησαν τὴν καρδίαν τῶν υἱῶν Ἰσραήλ, ὅπως μὴ εἰσέλθωσιν εἰς τὴν γῆν ἣν ἔδωκεν Κύριος αὐτοῖς. 10καὶ ὠργίσθη θυμῷ Κύριος ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ ὤμοσεν λέγων 11Εἰ ὄψονται οἱ ἄνθρωποι οὗτοι οἱ ἀναβάντες ἐξ Αἰγύπτου ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, οἱ ἐπιστάμενοι τὸ κακὸν καὶ τὸ ἀγαθόν, τὴν γῆν ἣν ὤμοσεν τῷ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ· οὐ γὰρ συνεπηκολούθησαν ὀπίσω μου· 12πλὴν Χαλὲβ υἱὸς Ἰεφοννὴ ὁ διακεχωρισμένος, καὶ Ἰησοῦς ὁ τοῦ Ναυή, ὅτι συνεπηκολούθησεν ὀπίσω Κυρίου. 13καὶ ὠργίσθη θυμῷ Κύριος ἐπὶ τὸν Ἰσραήλ, καὶ κατερόμβευσεν αὐτοὺς ἐν τῇ ἐρήμῳ τεσσεράκοντα ἔτη, ἕως ἐξανηλώθη πᾶσα ἡ γενεά, οἱ ποιοῦντες τὰ πονηρὰ ἔναντι Κυρίου. 14ἰδοὺ ἀνέστητε ἀντὶ τῶν πατέρων ὑμῶν, σύστρεμμα ἀνθρώπων ἁμαρτωλῶν, προσθεῖναι ἔτι ἐπὶ τὸν θυμὸν τῆς ὀργῆς Κυρίου ἐπὶ Ἰσραήλ· 15ὅτι ἀποστραφήσεσθε ἀπ᾽ αὐτοῦ προσθεῖναι ἔτι καταλιπεῖν αὐτὸν ἐν τῇ ἐρήμῳ, καὶ ἀνομήσετε εἰς ὅλην τὴν συναγωγὴν ταύτην.

16καὶ προσῆλθον αὐτῷ καὶ ἔλεγον Ἐπαύλεις προβάτων οἰκοδομήσωμεν ὧδε τοῖς κτήνεσιν ἡμῶν καὶ πόλεις ταῖς ἀποσκευαῖς ἡμῶν, 17καὶ ἡμεῖς ἐνοπλισάμενοι προφυλακὴν πρότεροι τῶν υἱῶν Ἰσραήλ, ἕως ἂν ἀγάγωμεν αὐτοὺς εἰς τὸν ἑαυτῶν τόπον· καὶ κατοικήσει ἡ ἀποσκευὴ ἡμῶν ἐν πόλεσιν τετειχισμέναις διὰ τοὺς κατοικοῦντας τὴν γῆν. 18οὐ μὴ ἀποστραφῶμεν εἰς τὰς οἰκίας ἡμῶν ἕως ἂν καταμερισθῶσιν οἱ υἱοὶ Ἰσραὴλ ἕκαστος εἰς τὴν κληρονομίαν αὐτοῦ. 19καὶ οὐκέτι κληρονομήσωμεν ἐν αὐτοῖς ἀπὸ τοῦ πέραν τοῦ Ἰορδάνου καὶ ἐπέκεινα, ὅτι ἀπέχομεν τοὺς κλήρους ἡμῶν ἐν τῷ πέραν τοῦ Ἰορδάνου ἐν ἀνατολαῖς.

20καὶ εἶπεν πρὸς αὐτοὺς Μωυσῆς Ἐὰν ποιήσητε κατὰ τὸ ῥῆμα τοῦτο, ἐὰν ἐξοπλίσησθε ἔναντι Κυρίου εἰς πόλεμον, 21καὶ παρελεύσεται ὑμῶν πᾶς ὁπλίτης τὸν Ἰορδάνην ἔναντι Κυρίου ἕως ἂν ἐκτριβῇ ὁ ἐχθρὸς αὐτοῦ ἀπὸ προσώπου αὐτοῦ 22καὶ κατακυριευθῇ ἡ γῆ ἔναντι Κυρίου, καὶ μετὰ ταῦτα ἀποστραφήσεσθε· καὶ ἔσεσθε ἀθῷοι ἔναντι Κυρίου καὶ ἀπὸ Ἰσραήλ, καὶ ἔσται ἡ γῆ αὕτη ὑμῖν ἐν κατασχέσει ἔναντι Κυρίου. 23ἐὰν δὲ μὴ ποιήσητε οὕτως, ἁμαρτήσεσθε ἔναντι Κυρίου, καὶ γνώσεσθε τὴν ἁμαρτίαν ὑμῶν ὅταν ὑμᾶς καταλάβῃ τὰ κακά. 24καὶ οἰκοδομήσητε ὑμῖν αὐτοῖς πόλεις τῇ ἀποσκευῇ ὑμῶν καὶ ἐπαύλεις τοῖς κτήνεσιν ὑμῶν, καὶ τὸ ἐκπορευόμενον ἐκ τοῦ στόματος ὑμῶν, τοῦτο ποιήσετε.

25καὶ εἶπαν οἱ υἱοὶ Ῥουβὴν καὶ οἱ υἱοὶ Γὰδ πρὸς Μωυσῆν λέγοντες Οἱ παῖδές σου ποιήσουσιν καθὰ ὁ κύριος ἡμῶν ἐντελεῖται. 26ἡ ἀποσκευὴ ἡμῶν καὶ αἱ γυναῖκες ἡμῶν καὶ πάντα τὰ κτήνη ἡμῶν ἔσονται ἐν ταῖς πόλεσιν Γαλαάδ· 27οἱ δὲ παῖδές σου παρελεύσονται πάντες ἐνωπλισμένοι καὶ ἐκτεταγμένοι ἔναντι Κυρίου εἰς τὸν πόλεμον, ὃν τρόπον ὁ κύριος λέγει.

28Καὶ συνέστησεν αὐτοῖς Μωυσῆς Ἐλεαζὰρ τὸν ἱερέα καὶ Ἰησοῦν υἱὸν Ναυὴ καὶ τοὺς ἄρχοντας πατριῶν τῶν φυλῶν Ἰσραήλ, 29καὶ εἶπεν πρὸς αὐτοὺς Μωυσῆς Ἐὰν διαβῶσιν οἱ υἱοὶ Ῥουβὴν καὶ οἱ υἱοὶ Γὰδ μεθ᾽ ὑμῶν τὸν Ἰορδάνην, πᾶς ἐνωπλισμένος εἰς πόλεμον ἔναντι Κυρίου, καὶ κατακυριεύσητε τῆς γῆς ἀπέναντι ὑμῶν, καὶ δώσετε αὐτοῖς τὴν γῆν Γαλαὰδ ἐν κατασχέσει· 30ἐὰν δὲ μὴ διαβῶσιν ἐνωπλισμένοι μεθ᾽ ὑμῶν εἰς τὸν πόλεμον ἔναντι Κυρίου, διαβιβάσατε τὴν ἀποσκευὴν αὐτῶν καὶ τὰς γυναῖκας αὐτῶν καὶ τὰ κτήνη αὐτῶν πρότερα ὑμῶν εἰς γῆν Χανάαν, καὶ συνκατακληρονομηθήσονται ἐν ὑμῖν ἐν τῇ γῇ Χανάαν. 31καὶ ἀπεκρίθησαν οἱ υἱοὶ Ῥουβὴν καὶ υἱοὶ Γὰδ λέγοντες Ὅσα ὁ κύριος λέγει τοῖς θεράπουσιν, οὕτως ποιήσομεν· 32ἡμεῖς διαβησόμεθα ἐνωπλισμένοι ἔναντι Κυρίου εἰς γῆν Χανάαν, καὶ δώσετε τὴν κατάσχεσιν ἡμῖν ἐν τῷ πέραν τοῦ Ἰορδάνου.

33καὶ ἔδωκεν αὐτοῖς Μωυσῆς, τοῖς υἱοῖς Γὰδ καὶ τοῖς υἱοῖς Ῥουβὴν καὶ τῷ ἡμίσει φυλῆς Μανασσὴ υἱῶν Ἰωσήφ, τὴν βασιλείαν Σηὼν βασιλέως Ἀμορραίων καὶ τὴν βασιλείαν Ὢγ βασιλέως Βασάν, τὴν γῆν καὶ τὰς πόλεις σὺν τοῖς ὁρίοις αὐτῆς, πόλεις τῆς γῆς κύκλῳ. 34Καὶ οἰκοδόμησαν οἱ υἱοὶ Γὰδ τὴν Δαιβὼν καὶ τὴν Ἀταρὼθ καὶ τὴν Ἀροὴρ 35καὶ τὴν Σωφὰρ καὶ τὴν Ἰαζήρ, καὶ ὕψωσαν αὐτάς· 36καὶ Ναμρὰμ καὶ τὴν Βαιθαράν, πόλεις ὀχυρὰς καὶ ἐπαύλεις προβάτων. 37καὶ οἱ υἱοὶ Ῥουβὴν οἰκοδόμησαν τὴν Ἑσεβὼν καὶ Λεαλὴμ καὶ Καριαιθάμ, 38καὶ τὴν Βεελμεών, περικεκυκλωμένας, καὶ Σεβαμά· καὶ ἐπωνόμασαν κατὰ τὰ ὀνόματα αὐτῶν τὰ ὀνόματα τῶν πόλεων ἃς ᾠκοδόμησαν. 39καὶ ἐπορεύθη υἱὸς Μαχεὶρ υἱοῦ Μανασσὴ Γαλαὰδ καὶ ἔλαβεν αὐτήν, καὶ ἀπώλεσεν τὸν Ἀμορραῖον τὸν κατοικοῦντα ἐν αὐτῇ. 40καὶ ἔδωκεν Μωυσῆς τὴν Γαλαὰδ τῷ Μαχεὶρ υἱῷ Μανασσή, καὶ κατῴκησεν ἐκεῖ. 41καὶ Ἰαεὶρ ὁ τοῦ Μανασσὴ ἐπορεύθη καὶ ἔλαβεν τὰς ἐπαύλεις αὐτῶν, καὶ ἐπωνόμασεν αὐτὰς Ἐπαύλεις Ἰαείρ. 42καὶ Νάβαυ ἐπορεύθη καὶ ἔλαβεν τὴν Καὰθ καὶ τὰς κώμας αὐτῆς, καὶ ἐπωνόμασεν αὐτὰς Νάβωθ ἐκ τοῦ ὀνόματος αὐτοῦ.

Berean Greek Bible

The BGB is based on Swete's LXX OT compiled by (Eliran Wong) with additional verses from Rahlfs LXX (*) + (Berean Greek NT). Versification has been adjusted to correspond with modern English translations. Free Downloads are available at GreekBible.org and OpenBible.com.


Bible Hub




Numbers 31
Top of Page
Top of Page