Lands Yet Unconquered 1Καὶ Ἰησοῦς πρεσβύτερος προβεβηκὼς τῶν ἡμερῶν. καὶ εἶπεν Κύριος πρὸς Ἰησοῦν Σὺ προβέβηκας τῶν ἡμερῶν, καὶ ἡ γῆ ὑπολέλειπται πολλὴ εἰς κληρονομίαν. 2καὶ αὕτη ἡ γῆ καταλελιμμένη· ὅρια Φυλιστιείμ, ὁ Γεσειρεὶ καὶ ὁ Χαναναῖος· 3ἀπὸ τῆς ἀοικήτου τῆς κατὰ πρόσωπον Αἰγύπτου ἕως τῶν ὁρίων Ἀκκαρὼν ἐξ εὐωνύμων τῶν Χαναναίων προσλογίζεται ταῖς πέντε σατραπίαις τῶν Φυλιστιέμ, τῷ Γαζαίῳ καὶ τῷ Ἀζωτείῳ καὶ τῷ Ἀσκαλωνείτῃ καὶ τῷ Γεθθαίῳ καὶ τῷ Ακκαρωνείτῃ καὶ τῷ Εὐαίῳ· 4ἐκ Θαιμὰν καὶ πάσῃ γῇ Χανάααν ἐναντίον Γάζης, καὶ οἱ Σιδώνιοι ἕως Ταφὲκ ἕως τῶν ὁρίων τῶν Ἀμορραίων· 5καὶ πᾶσαν τὴν γῆν Γαλιὰθ Φυλιστιεὶμ καὶ πάντα τὸν Λίβανον ἀπὸ ἀνατολῶν ἡλίου, ἀπὸ Γαλγαὰ ὑπὸ τὸ ὄρος τὸ Ἁερμὼν ἕως τῆς εἰσόδου Ἑμάθ· 6πᾶς ὁ κατοικῶν τὴν ὀρεινὴν ἀπὸ τοῦ Λιβάνου ἕως τῆς Μασερεθμεμφωνμάιμ, πάντας τοὺς Σιδωνίους, ἐγὼ αὐτοὺς ἐξολεθρεύσω ἀπὸ προσώπου Ἰσραήλ· ἀλλὰ διάδος αὐτὴν ἐν κλήρῳ τῷ Ἰσραήλ, ὃν τρόπον σοι ἐνετειλάμην. 7καὶ νῦν μέρισον τὴν γῆν ταύτην ἐν κληρονομίᾳ ταῖς ἐννέα φυλαῖς καὶ τῷ ἡμίσει φυλῆς Μανασσή, ἀπὸ τοῦ Ἰσρδάνου ἕως τῆς θαλάσσης τῆς μεγάλης κατὰ δυσμὰς ἡλίου δώσεις αὐτήν· ἡ θάλασσα ἡ μεγάλη ὁριεῖ. The Inheritance East of the Jordan 8ταῖς φυλαῖς καὶ τῷ ἡμίσει φυλῆς Μανασσή, τῷ Ῥουβὴν καὶ τῷ Γάδ, ἔδωκεν Μωυσῆς ἐν τῷ πέραν τῷ Ἰορδάνῃ· κατ᾽ ἀνατολὰς ἡλίου δέδωκεν αὐτῷ Μωυσῆς ὁ παῖς Κυρίου, 9ἀπὸ Ἀροήρ, ἥ ἐστιν ἐπὶ τοῦ χείλους χειμάρρου Ἀρνών, καὶ τὴν πόλιν τὴν ἐν μέσῳ τῆς φάραγγος, καὶ πᾶσαν τὴν Μεισὼρ ἀπὸ Δαιδαβάν· 10πάσας τὰς πόλεις Σηὼν βασιλέως Ἀμορραίων, ὃς ἐβασίλευσεν ἐν Ἑσεβών, ἕως τῶν ὁρίων υἱῶν Ἀμμών· 11καὶ τὴν Γαλααδείτιδα καὶ τὰ ὅρια Γεσειρεὶ καὶ τοῦ Μαχατεί, πᾶν ὄρος Ἁερμών, καὶ πᾶσαν τὴν Βασανεῖτιν ἕως Ἀχά· 12πᾶσαν τὴν βασιλείαν Ὢγ ἐν τῇ Βασανείτιδι, ὃς ἐβασίλευσεν ἐν Ἐδράειν καὶ ἐν Ἀσταρώθ· οὗτος κατελείφθη ἀπὸ τῶν γιγάντων, καὶ ἐπάταξεν αὐτὸν Μωυσῆς καὶ ἐξωλέθρευσεν. 13καὶ οὐκ ἐξωλέθρευσαν οἱ υἱοὶ Ἰσραὴλ τὸν Γεσειρεὶ καὶ τὸν Μαχατεὶ καὶ τὸν Χαναναῖον· καὶ κατῴκει βασιλεὺς Γεσειρεὶ καὶ ὁ Μαχατεὶ ἐν τοῖς υἱοῖς Ἰσραὴλ ἕως τῆς σήμερον ἡμέρας. 14πλὴν τῆς φυλῆς Λευεὶ οὐκ ἐδόθη κληρονομία· Κύριος ὁ θεὸς Ἰσραήλ, οὗτος αὐτῶν κληρονομία, καθὰ εἶπεν αὐτοῖς Κυρίος. καὶ οὗτος ὁ καταμερισμὸς ὃν κατεμέρισεν Μωυσῆς τοῖς υἱοῖς Ἰσραὴλ ἐν ἀραβὼθ Μωὰβ ἐν τῷ πέραν τοῦ Ἰορδάνου κατὰ Ἰερειχώ. Reuben’s Inheritance 15Καὶ ἔδωκεν Μωυσῆς τῇ φυλῇ Ῥουβὴν κατὰ δήμους αὐτῶν. 16καὶ ἐγενήθη αὐτῶν τὰ ὅρια ἀπὸ Ἀροήρ, ἥ ἐστιν κατὰ πρόσωπον φάραγγος Ἀρνών, καὶ ἡ πόλις ἡ ἐν τῇ φάραγγι Ἀρνών· καὶ πᾶσαν τὴν Μεισὼρ 17ἕως Ἑσεβών, καὶ πάσας τὰς πόλεις τὰς οὔσας ἐν τῇ Μεισώρ, καὶ Δαιβὼν καὶ Βαιμὼν Βάαλ καὶ οἴκου Μεελβὼθ 18καὶ Βάσαν καὶ Βακεδμὼθ καὶ Μαιφάαθ, 19καὶ Καριαθάιμ καὶ Σεβαμὰ καὶ Σεραδὰ καὶ Σείων ἐν τῷ ὄρει Ἔναβ, 20καὶ Βαιθφογὼρ καὶ Ἀσηδὼθ Φασγὰ καὶ Βαιθθασεινώθ, 21καὶ πάσας τὰς πόλεις τοῦ Μεισώρ, καὶ πᾶσαν τὴν βασιλείαν τοῦ Σηὼν βασιλέως τῶν Ἀμορραίων, ὃν ἐπάταξεν Μωυσῆς αὐτὸν καὶ τοὺς ἡγουμένους Μαδιάμ, καὶ τὸν Εὐεὶ καὶ τὸν Ῥόβοκ καὶ τὸν Σοὺρ καὶ τὸν Οὓρ καὶ τὸν Ῥόβε ἄρχοντα, ἔναρα Σειών, καὶ τοὺς κατοικοῦντας Σειών. 22καὶ τὸν Βαλαὰμ τὸν τοῦ Βεὼρ τὸν μάντιν ἀπέκτειναν ἐν τῇ ῥοπῇ. 23ἐγένετο δὲ τὰ ὅρια Ῥουβήν, Ἰορδάνης ὅριον. αὕτη ἡ κληρονομία υἱῶν Ῥουβὴν κατὰ δὴμους αὐτῶν, αἱ πόλεις αὐτῶν καὶ αἱ ἐπαύλεις αὐτῶν. Gad’s Inheritance 24Ἔδωκεν δὲ Μωυσῆς τοῖς υἱοῖς Γὰδ κατὰ δήμους αὐτῶν. 25καὶ ἐγένετο τὰ ὅρια αὐτῶν Ἰαζήρ, πᾶσαι αἱ πόλεις Γαλαὰδ καὶ τὸ ἥμισυ γῆς υἱῶν Ἀμμὼν ἕως Ἀραβά, ἥ ἐστιν κατὰ πρόσωπον Ἀράδ, 26καὶ ἀπὸ Ἑσεβὼν ἕως ἀραβὼθ κατὰ τὴν Μασσηφά, καὶ Βοτανεὶ καὶ Βαὰν ἕως τῶν ὁρίων Δαιβών,a 27καὶ Ἐναδὼμ καὶ Ὀθαργαεὶ καὶ Βαινθαναβρὰ καὶ Σοκχωθὰ καὶ Σαφὰν καὶ τὴν λοιπὴν βασιλείαν Σηὼν βασιλέως Ἑσεβών· καὶ ὁ Ἰορδάνης ὁριεῖ ἕως μέρους τῆς θαλάσσης Χενέρεθ πέραν τοῦ Ἰορδάνου ἀπ᾽ ἀνατολῶν. 28αὕτη ἡ κληρονομία υἱῶν Γὰδ κατὰ δήμους αὐτῶν· αὐχένα ἐπιστρέψουσιν ἐναντίον τῶν ἐχθρῶν αὐτῶν· ὅτι ἐγενήθη κατὰ δήμους αὐτῶν· αἱ πόλεις αὐτῶν καὶ αἱ ἐπαύλεις αὐτῶν. Manasseh’s Eastern Inheritance 29Καὶ ἔδωκεν Μωυσῆς τῷ ἡμίσει φυλῆς Μανασσὴ κατὰ δήμους αὐτῶν. 30καὶ ἐγένετο τὰ ὅρια αὐτῶν ἀπὸ Μαανὰ καὶ πᾶσα βασιλεία Βασανεὶ καὶ πᾶσα βασιλεία Ὤγ βασιλέως Βασάν, καὶ πάσας τὰς κώμας Ἰαεὶρ αἵ εἰσιν ἐν τῇ Βασανείτιδι, ἑξήκοντα πόλεις· 31καὶ τὸ ἥμισυ τῆς Γαλαάδ, καὶ ἐν Ἀσταρὼθ καὶ ἐν Ἐδράειν πόλεις βασιλείας Ὤγ ἐν Βασανείτιδι, τοῖς Μαχεὶρ υἱοῖς Μανασσὴ καὶ τοῖς ἡμίσεσιν υἱοῖς Μαχεὶρ υἱοῖς Μανασσὴ κατὰ δήμους αὐτῶν. 32Οὗτοι οὕς κατεκληρονόμησεν Μωυσῆς πέραν τοῦ Ἰορδάνου ἐν ἀραβὼθ Μωάβ, ἐν τῷ πέραν τοῦ Ἰορδάνου τοῦ κατὰ Ἰερειχὼ ἐπ᾽ ἀνατολῶν.
Footnotes: 26 a See 2 Samuel 9:4, 2 Samuel 17:27, and Amos 6:13. Berean Greek Bible The BGB is based on Swete's LXX OT compiled by (Eliran Wong) with additional verses from Rahlfs LXX (*) + (Berean Greek NT). Versification has been adjusted to correspond with modern English translations. Free Downloads are available at GreekBible.org and OpenBible.com. Bible Hub |