Revelation 7
[an error occurred while processing this directive] Parallel GRK [BSB CSB ESV HCS KJV ISV NAS NET NIV NLT GRK]
[an error occurred while processing this directive]Greek Study Bible
1[an error occurred while processing this directive]1Μετὰ τοῦτο εἶδον τέσσαρας ἀγγέλους ἑστῶτας ἐπὶ τὰς τέσσαρας γωνίας τῆς γῆς κρατοῦντας τοὺς τέσσαρας ἀνέμους τῆς γῆς ἵνα μὴ πνέῃ ἄνεμος ἐπὶ τῆς γῆς μήτε ἐπὶ τῆς θαλάσσης μήτε ἐπὶ πᾶν δένδρον
2[an error occurred while processing this directive]2καὶ εἶδον ἄλλον ἄγγελον ἀναβαίνοντα ἀπὸ ἀνατολῆς ἡλίου ἔχοντα σφραγῖδα Θεοῦ ζῶντος καὶ ἔκραξεν φωνῇ μεγάλῃ τοῖς τέσσαρσιν ἀγγέλοις οἷς ἐδόθη αὐτοῖς ἀδικῆσαι τὴν γῆν καὶ τὴν θάλασσαν
3[an error occurred while processing this directive]3λέγων Μὴ ἀδικήσητε τὴν γῆν μήτε τὴν θάλασσαν μήτε τὰ δένδρα ἄχρι σφραγίσωμεν τοὺς δούλους τοῦ Θεοῦ ἡμῶν ἐπὶ τῶν μετώπων αὐτῶν
4[an error occurred while processing this directive]4Καὶ ἤκουσα τὸν ἀριθμὸν τῶν ἐσφραγισμένων ἑκατὸν τεσσεράκοντα τέσσαρες χιλιάδες ἐσφραγισμένοι ἐκ πάσης φυλῆς υἱῶν Ἰσραήλ
5[an error occurred while processing this directive]5Ἐκ φυλῆς Ἰούδα δώδεκα χιλιάδες ἐσφραγισμένοι ἐκ φυλῆς Ῥουβὴν δώδεκα χιλιάδες ἐκ φυλῆς Γὰδ δώδεκα χιλιάδες
6[an error occurred while processing this directive]6Ἐκ φυλῆς Ἀσὴρ δώδεκα χιλιάδες ἐκ φυλῆς Νεφθαλὶμ δώδεκα χιλιάδες ἐκ φυλῆς Μανασσῆ δώδεκα χιλιάδες
7[an error occurred while processing this directive]7Ἐκ φυλῆς Συμεὼν δώδεκα χιλιάδες ἐκ φυλῆς Λευὶ δώδεκα χιλιάδες ἐκ φυλῆς Ἰσσαχὰρ δώδεκα χιλιάδες
8[an error occurred while processing this directive]8Ἐκ φυλῆς Ζαβουλὼν δώδεκα χιλιάδες ἐκ φυλῆς Ἰωσὴφ δώδεκα χιλιάδες ἐκ φυλῆς Βενιαμὶν δώδεκα χιλιάδες ἐσφραγισμένοι
9[an error occurred while processing this directive]9Μετὰ ταῦτα εἶδον καὶ ἰδοὺ ὄχλος πολύς ὃν ἀριθμῆσαι αὐτὸν οὐδεὶς ἐδύνατο ἐκ παντὸς ἔθνους καὶ φυλῶν καὶ λαῶν καὶ γλωσσῶν ἑστῶτες ἐνώπιον τοῦ θρόνου καὶ ἐνώπιον τοῦ Ἀρνίου περιβεβλημένους στολὰς λευκάς καὶ φοίνικες ἐν ταῖς χερσὶν αὐτῶν
10[an error occurred while processing this directive]10καὶ κράζουσιν φωνῇ μεγάλῃ λέγοντες σωτηρία τῷ Θεῷ ἡμῶν τῷ καθημένῳ ἐπὶ τῷ θρόνῳ καὶ τῷ Ἀρνίῳ
11[an error occurred while processing this directive]11Καὶ πάντες οἱ ἄγγελοι εἱστήκεισαν κύκλῳ τοῦ θρόνου καὶ τῶν πρεσβυτέρων καὶ τῶν τεσσάρων ζῴων καὶ ἔπεσαν ἐνώπιον τοῦ θρόνου ἐπὶ τὰ πρόσωπα αὐτῶν καὶ προσεκύνησαν τῷ Θεῷ
12[an error occurred while processing this directive]12λέγοντες Ἀμήν εὐλογία καὶ δόξα καὶ σοφία καὶ εὐχαριστία καὶ τιμὴ καὶ δύναμις καὶ ἰσχὺς τῷ Θεῷ ἡμῶν εἰς τοὺς αἰῶνας τῶν αἰώνων ἀμήν
13[an error occurred while processing this directive]13Καὶ ἀπεκρίθη εἷς ἐκ τῶν πρεσβυτέρων λέγων μοι Οὗτοι οἱ περιβεβλημένοι τὰς στολὰς τὰς λευκὰς τίνες εἰσὶν καὶ πόθεν ἦλθον
14[an error occurred while processing this directive]14Καὶ εἴρηκα αὐτῷ Κύριέ μου σὺ οἶδας Καὶ εἶπέν μοι Οὗτοί εἰσιν οἱ ἐρχόμενοι ἐκ τῆς θλίψεως τῆς μεγάλης καὶ ἔπλυναν τὰς στολὰς αὐτῶν καὶ ἐλεύκαναν αὐτὰς ἐν τῷ αἵματι τοῦ Ἀρνίου
15[an error occurred while processing this directive]15διὰ τοῦτό Εἰσιν ἐνώπιον τοῦ θρόνου τοῦ Θεοῦ καὶ λατρεύουσιν αὐτῷ ἡμέρας καὶ νυκτὸς ἐν τῷ ναῷ αὐτοῦ καὶ καθήμενος ἐπὶ τοῦ θρόνου σκηνώσει ἐπ’ αὐτούς
16[an error occurred while processing this directive]16οὐ πεινάσουσιν ἔτι οὐδὲ διψήσουσιν ἔτι οὐδὲ μὴ πέσῃ ἐπ’ αὐτοὺς ἥλιος οὐδὲ πᾶν καῦμα
17[an error occurred while processing this directive]17ὅτι τὸ Ἀρνίον τὸ ἀνὰ μέσον τοῦ θρόνου ποιμανεῖ αὐτούς καὶ ὁδηγήσει αὐτοὺς ἐπὶ ζωῆς πηγὰς ὑδάτων καὶ ἐξαλείψει Θεὸς πᾶν δάκρυον ἐκ τῶν ὀφθαλμῶν αὐτῶν
[an error occurred while processing this directive]Greek and Hebrew Study Bible courtesy Bible Hub and the Discovery Bible team.
Revelation 6
Top of Page
Top of Page