2 Corinthians 6
[an error occurred while processing this directive] Parallel GRK [BSB CSB ESV HCS KJV ISV NAS NET NIV NLT GRK]
[an error occurred while processing this directive]Greek Study Bible
1[an error occurred while processing this directive]1Συνεργοῦντες δὲ καὶ παρακαλοῦμεν μὴ εἰς κενὸν τὴν χάριν τοῦ Θεοῦ δέξασθαι ὑμᾶς
2[an error occurred while processing this directive]2λέγει γάρ Καιρῷ δεκτῷ ἐπήκουσά σου καὶ ἐν ἡμέρᾳ σωτηρίας ἐβοήθησά σοι Ἰδοὺ νῦν καιρὸς εὐπρόσδεκτος ἰδοὺ νῦν ἡμέρα σωτηρίας
3[an error occurred while processing this directive]3Μηδεμίαν ἐν μηδενὶ διδόντες προσκοπήν ἵνα μὴ μωμηθῇ διακονία
4[an error occurred while processing this directive]4ἀλλ’ ἐν παντὶ συνιστάνοντες ἑαυτοὺς ὡς Θεοῦ διάκονοι ἐν ὑπομονῇ πολλῇ ἐν θλίψεσιν ἐν ἀνάγκαις ἐν στενοχωρίαις
5[an error occurred while processing this directive]5ἐν πληγαῖς ἐν φυλακαῖς ἐν ἀκαταστασίαις ἐν κόποις ἐν ἀγρυπνίαις ἐν νηστείαις
6[an error occurred while processing this directive]6ἐν ἁγνότητι ἐν γνώσει ἐν μακροθυμίᾳ ἐν χρηστότητι ἐν Πνεύματι Ἁγίῳ ἐν ἀγάπῃ ἀνυποκρίτῳ
7[an error occurred while processing this directive]7ἐν λόγῳ ἀληθείας ἐν δυνάμει Θεοῦ διὰ τῶν ὅπλων τῆς δικαιοσύνης τῶν δεξιῶν καὶ ἀριστερῶν
8[an error occurred while processing this directive]8διὰ δόξης καὶ ἀτιμίας διὰ δυσφημίας καὶ εὐφημίας ὡς πλάνοι καὶ ἀληθεῖς
9[an error occurred while processing this directive]9ὡς ἀγνοούμενοι καὶ ἐπιγινωσκόμενοι ὡς ἀποθνήσκοντες καὶ ἰδοὺ ζῶμεν ὡς παιδευόμενοι καὶ μὴ θανατούμενοι
10[an error occurred while processing this directive]10ὡς λυπούμενοι ἀεὶ δὲ χαίροντες ὡς πτωχοὶ πολλοὺς δὲ πλουτίζοντες ὡς μηδὲν ἔχοντες καὶ πάντα κατέχοντες
11[an error occurred while processing this directive]11Τὸ στόμα ἡμῶν ἀνέῳγεν πρὸς ὑμᾶς Κορίνθιοι καρδία ἡμῶν πεπλάτυνται
12[an error occurred while processing this directive]12οὐ στενοχωρεῖσθε ἐν ἡμῖν στενοχωρεῖσθε δὲ ἐν τοῖς σπλάγχνοις ὑμῶν
13[an error occurred while processing this directive]13τὴν δὲ αὐτὴν ἀντιμισθίαν ὡς τέκνοις λέγω πλατύνθητε καὶ ὑμεῖς
14[an error occurred while processing this directive]14Μὴ γίνεσθε ἑτεροζυγοῦντες ἀπίστοις τίς γὰρ μετοχὴ δικαιοσύνῃ καὶ ἀνομίᾳ τίς κοινωνία φωτὶ πρὸς σκότος
15[an error occurred while processing this directive]15τίς δὲ συμφώνησις Χριστοῦ πρὸς Βελιάρ τίς μερὶς πιστῷ μετὰ ἀπίστου
16[an error occurred while processing this directive]16τίς δὲ συνκατάθεσις ναῷ Θεοῦ μετὰ εἰδώλων ἡμεῖς γὰρ ναὸς Θεοῦ ἐσμεν ζῶντος καθὼς εἶπεν Θεὸς ὅτι Ἐνοικήσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω* καὶ ἔσομαι αὐτῶν Θεός καὶ αὐτοὶ ἔσονταί μου λαός
17[an error occurred while processing this directive]17Διὸ ἐξέλθατε ἐκ μέσου αὐτῶν καὶ ἀφορίσθητε λέγει Κύριος καὶ ἀκαθάρτου μὴ ἅπτεσθε κἀγὼ εἰσδέξομαι ὑμᾶς
18[an error occurred while processing this directive]18Καὶ Ἔσομαι ὑμῖν εἰς Πατέρα καὶ ὑμεῖς ἔσεσθέ μοι εἰς υἱοὺς καὶ θυγατέρας λέγει Κύριος Παντοκράτωρ
[an error occurred while processing this directive]Greek and Hebrew Study Bible courtesy Bible Hub and the Discovery Bible team.
2 Corinthians 5
Top of Page
Top of Page