Jeremiah 51
Swete's Septuagint ABP ▾  HEB ▾ 

Severe Judgment against Babylon

1καὶ εἰσῆλθον εἰς Αἴγυπτον, ὅτι οὐκ ἤκουσαν τῆς φωνῆς Κυρίου, καὶ εἰσῆλθαν εἰς Ταφνάς.

2Καὶ ἐγένετο λόγος Κυρίου πρὸς Ἰερεμίαν ἐν Ταφνὰς λέγων

3Λάβε σεαυτῷ λίθους μεγάλους καὶ κατάκρυψον αὐτοὺς ἐν προθύροις, ἐν πύλῃ τῆς οἰκίας Φαραὼ ἐν Ταφνάς, κατ᾽ ὀφθαλμοὺς ἀνδρῶν Ἰούδα,

4καὶ ἐρεῖς Οὕτως εἶπεν Κύριος Ἰδού ἐγὼ ἀποστέλλω καὶ ἄξω Ναβουχοδονοσὸρ βασιλέα Βαβυλῶνος, καὶ θήσει αὐτοῦ τὸν θρόνον ἐπάνω τῶν λίθων τούτων ὧν κατέκρυψας, καὶ ἀρεῖ τὰ ὅπλα ἐπ᾽ αὐτούς,

5καὶ εἰσελεύσεται καὶ πατάξει γῆν Αἰγύπτου, οὓς εἰς θάνατον εἰς θάνατον, καὶ οὓς εἰς ἀποικισμὸν εἰς ἀποικισμόν, καὶ οὓς εἰς ῥομφαίαν εἰς ῥομφαίαν·

6καὶ καύσει πῦρ ἐν οἰκίαις τῶν θεῶν αὐτῶν, καὶ ἐνπυριεῖ αὐτὰς καὶ ἀποικιεῖ αὐτούς, καὶ φθειριεῖ γῆν Αἰγύπτου ὥσπερ φθειρίζει ποιμὴν τὸ ἱμάτιον αὐτοῦ. καὶ ἐξελεύσεται ἐν εἰρήνῃ,

7καὶ συντρίψει τοὺς στύλους Ἡλίου πόλεως τοὺς ἐν Ὢν, καὶ τὰς οἰκίας αὐτῶν κατακαύσει ἐν πυρί.

8Ὁ λόγος ὁ γενόμενος πρὸς Ἰερεμίαν ἅπασιν τοῖς Ἰουδαίοις τοῖς κατοικοῦσιν ἐν γῇ Αἰγύπτου καὶ τοῖς καθημένοις ἐν Μαγδώλῳ καὶ ἐν Ταφνὰς καὶ ἐν γῇ Παθούρης λέγων

9Οὕτως εἶπεν Κύριος ὁ θεὸς Ἰσραήλ Ὑμεῖς ἑωράκατε πάντα τὰ κακὰ ἃ ἐπήγαγον ἐπὶ Ἰερουσαλὴμ καὶ ἐπὶ τὰς πόλεις Ἰούδα· καὶ ἰδού εἰσιν ἔρημοι ἀπὸ ἐνοίκων

10ἀπὸ προσώπου πονηρίας αὐτῶν ἧς ἐποίησαν παραπικρᾶναί με, πορευθέντες θυμιᾷν θεοῖς ἑτέροις οἷς οὐκ ἔγνωτε.

11καὶ ἀπέστειλα πρὸς ὑμᾶς τοὺς παῖδάς μου τοὺς προφήτας ὄρθρου, καὶ ἀπέστειλα λέγων Μὴ ποιήσητε τὸ πρᾶγμα τῆς μολύνσεως ταύτης ἧς ἐμίσησα.

12καὶ οὐκ ἤκουσαν καὶ οὐκ ἔκλιναν τὸ οὖς αὐτῶν ἀποστρέψαι ἀπὸ τῶν κακῶν αὐτῶν πρὸς τὸ μὴ θυμιᾷν θεοῖς ἑτέροις.

13καὶ ἔσταξεν ἡ ὀργή μου καὶ ὁ θυμός μου, καὶ ἐξεκαύθη ἐν πύλαις Ἰούδα καὶ ἔξωθεν Ἰερουσαλήμ, καὶ ἐγενήθησαν εἰς ἐρήμωσιν καὶ εἰς ἄβατον ὡς ἡ ἡμέρα αὕτη.

14καὶ νῦν οὕτως εἶπεν Κύριος Παντοκράτωρ Ἵνα τί ὑμεῖς ποιεῖτε κακὰ μεγάλα ἐπὶ ψυχαῖς ὑμῶν ἐκκόψαι ὑμῶν ἄνθρωπον καὶ γυναῖκα, νήπιον καὶ θηλάζοντα ἐκ μέσου Ἰούδα, πρὸς τὸ μὴ καταλειφθῆναι ὑμῶν μηδένα,

Song of Praise

15παραπικρᾶναί με ἐν τοῖς ἔργοις τῶν χειρῶν ὑμῶν, θυμιᾷν θεοῖς ἑτέροις ἐν γῇ Αἰγύπτῳ εἰς ἣν ἤλθατε κατοικεῖν ἐκεῖ, ἵνα ἐκκοπῆτε καὶ ἵνα γένησθε εἰς κατάραν καὶ εἰς ὀνειδισμὸν ἐν πᾶσιν τοῖς ἔθνεσιν τῆς γῆς;

16μὴ ἐπιλέλησθε ὑμεῖς τῶν κακῶν τῶν πατέρων ὑμῶν καὶ τῶν κακῶν τῶν βασιλέων Ἰούδα καὶ τῶν κακῶν τῶν ἀρχόντων ὑμῶν καὶ τῶν κακῶν τῶν γυναικῶν ὑμῶν, ὧν ἐποίησαν ἐν γῇ Ἰούδα καὶ ἔξωθεν Ἰερουσαλήμ;

17καὶ οὐκ ἐπαύσαντο ἕως τῆς ἡμέρας ταύτης, καὶ οὐκ ἀντείχοντο τῶν προσταγμάτων μου ὧν ἔδωκα κατὰ πρόσωπον τῶν πατέρων αὐτῶν.

18διὰ τοῦτο οὕτως εἶπεν Κύριος Ἰδοὺ ἐγὼ ἐφίστημι τὸ πρόσωπόν μου

19τοῦ ἀπολέσαι πάντας τοὺς καταλοίπους τοὺς ἐν Αἰγύπτῳ, καὶ πεσοῦνται ἐν ῥομφαίᾳ καὶ ἐν λιμῷ, καὶ ἐκλείψουσιν ἀπὸ μικροῦ ἕως μεγάλου καὶ ἔσονται εἰς ὀνειδισμὸν καὶ εἰς ἀπώλειαν καὶ εἰς κατάραν.

Babylon's Punishment

20καὶ ἐπισκέψομαι ἐπὶ τοὺς καθημένους ἐν γῇ Αἰγύπτῳ ὡς ἐπεσκεψάμην ἐπὶ Ἰερουσαλὴμ ἐν ῥομφαίᾳ καὶ ἐν λιμῷ,

21καὶ οὐκ ἔσται σεσωσμένος οὐθεὶς τῶν ἐπιλοίπων Ἰούδα τῶν παροικούντων ἐν γῇ Αἰγύπτῳ τοῦ ἐπιστρέψαι εἰς γῆν Ἰούδα, ἐφ᾽ ἣν αὐτοὶ ἐλπίζουσιν ταῖς ψυχαῖς αὐτῶν τοῦ ἐπιστρέψαι ἐκεῖ· οὐ μὴ ἐπιστρέψωσιν ἀλλ᾽ ἢ οἱ ἀνασεσωμένοι.

22καὶ ἀπεκρίθησαν τῷ Ἰερεμίᾳ πάντες οἱ ἄνδρες οἱ γνόντες ὅτι θυμιῶσιν αἱ γυναῖκες αὐτῶν καὶ πᾶσαι αἱ γυναῖκες, συναγωγὴ μεγάλη, καὶ πᾶς ὁ λαὸς οἱ καθήμενοι ἐν γῇ Αἰγύπτῳ, ἐν Παθούρῃ, λέγοντες

23Ὁ λόγος ὃν ἐλάλησας πρὸς ἡμᾶς τῷ ὀνόματι Κυρίου, οὐκ ἀκούσομέν σου·

24ὅτι ποιοῦντες ποιήσομεν πάντα τὸν λόγον ὃς ἐξελεύσεται ἐκ τοῦ στόματος ἡμῶν, θυμιᾷν τῇ βασιλίσσῃ τοῦ οὐρανοῦ καὶ σπένδειν αὐτῇ σπονδάς, καθὰ ἐποιήσαμεν ἡμεῖς καὶ οἱ πατέρες ἡμῶν καὶ οἱ βασιλεῖς ἡμῶν καὶ οἱ ἄρχοντες ἡμῶν ἐν πόλεσιν Ἰούδα καὶ ἔξωθεν Ἰερουσαλήμ· καὶ ἐπλήσθημεν ἄρτων καὶ ἐγενόμεθα χρηστοί, καὶ κακὰ οὐκ εἴδομεν.

25καὶ ὡς διελίπομεν θυμιῶντες τῇ βασιλίσσῃ τοῦ οὐρανοῦ, ἠλαττώθημεν πάντες, καὶ ἐν ῥομφαίᾳ καὶ ἐν λιμῷ ἐξελίπομεν.

26καὶ ὅτι ἡμεῖς θυμιῶμεν τῇ βασιλίσσῃ τοῦ οὐρανοῦ καὶ ἐσπείσαμεν αὐτῇ σπονδάς, μὴ ἄνευ τῶν ἀνδρῶν ἡμῶν ἐποιήσαμεν αὐτῇ χαυῶνας καὶ ἐσπείσαμεν σπονδὰς αὐτῇ;

27καὶ εἶπεν Ἰερεμίας παντὶ τῷ λαῷ τοῖς δυνατοῖς καὶ ταῖς γυναιξὶν καὶ παντὶ τῷ λαῷ τοῖς ἀποκριθεῖσιν αὐτῷ λόγους, λέγων

28Οὐχὶ τοῦ θυμιάματος οὗ ἐθυμιάσαμεν ἐν ταῖς πόλεσιν Ἰούδα καὶ ἔξωθεν Ἰερουσαλήμ, ὑμεῖς καὶ οἱ πατέρες ὑμῶν καὶ οἱ βασιλεῖς ὑμῶν καὶ οἱ ἄρχοντες ὑμῶν καὶ ὁ λαὸς τῆς γῆς, ἐμνήσθη Κύριος καὶ ἀνέβη ἐπὶ τὴν καρδίαν αὐτοῦ;

29καὶ οὐκ ἠδύνατο Κύριος ἔτι φέρειν ἀπὸ προσώπου πονηρίας πραγμάτων ὑμῶν καὶ ἀπὸ τῶν βδελυγμάτων ὧν ἐποιήσατε· καὶ ἐγενήθη ἡ γῆ ὑμῶν εἰς ἐρήμωσιν καὶ εἰς ἄβατον καὶ εἰς ἀρὰν ὡς ἐν τῇ ἡμέρᾳ ταύτῃ,

30ἀπὸ προσώπου ὧν ἐθυμιᾶτε καὶ ὧν ἡμάρτετε τῷ κυρίῳ· καὶ οὐκ ἠκούσατε τῆς φωνῆς Κυρίου, καὶ ἐν τοῖς προστάγμασιν αὐτοῦ καὶ ἐν τῷ νόμῳ καὶ ἐν τοῖς μαρτυρίοις αὐτοῦ οὐκ ἐπορεύθητε, καὶ ἐπελάβετο ὑμῶν τὰ κακὰ ταῦτα.

31καὶ εἶπεν Ἰερεμίας τῷ λαῷ καὶ ταῖς γυναιξίν Ἀκούσατε τὸν λόγον Κυρίου.

32οὕτως εἶπεν Κύριος ὁ θεὸς Ἰσραήλ Ὑμεῖς γυναῖκες τῷ στόματι ὑμῶν ἐλαλήσατε, καὶ ταῖς χερσὶν ὑμῶν ἐπληρώσατε, λέγουσαι Ποιοῦσαι ποιήσομεν τὰς ὁμολογίας ἡμῶν ἃς ὡμολογήκαμεν, θυμιᾷν τῇ βασιλίσσῃ τοῦ οὐρανοῦ καὶ σπένδειν αὐτῇ σπονδάς· ἐνμείνασαι ἐνεμείνατε ταῖς ὁμολογίαις ὑμῶν, καὶ ποιοῦσαι ἐποιήσατε.

33διὰ τοῦτο ἀκούσατε λόγον Κυρίου, πᾶς Ἰουδὰ οἱ καθήμενοι ἐν γῇ Αἰγύπτῳ Ἰδοὺ ὤμοσα τῷ ὀνόματί μου τῷ μεγάλῳ, εἶπεν Κύριος, ἐὰν γένηται ἔτι ὄνομά μου ἐν τῷ στόματι παντὸς Ἰούδα εἰπεῖν Ζῇ Κύριος, ἐπὶ πάσῃ γῇ Αἰγύπτῳ.

34ὅτι ἐγὼ ἐγρήγορα ἐπ᾽ αὐτοὺς τοῦ κακῶσαι αὐτοὺς καὶ οὐκ ἀγαθῶσαι, καὶ ἐκλείψουσιν πᾶς Ἰουδὰ οἱ κατοικοῦντες ἐν γῇ Αἰγύπτῳ ἐν ῥομφαίᾳ καὶ ἐν λιμῷ, ἐὰν ἐκλίπωσιν.

35καὶ οἱ σεσωσμένοι ἀπὸ ῥομφαίας ἐπιστρέψουσιν εἰς γῆν Ἰούδα ὀλίγοι ἀριθμῷ, καὶ γνώσονται οἱ κατάλοιποι Ἰούδα οἱ καταστάντες ἐν γῇ Αἰγύπτῳ κατοικῆσαι ἐκεῖ, λόγος τίνος ἐνμενεῖ.

36καὶ τοῦτο ὑμῖν τὸ σημεῖον ὅτι ἐπισκέψομαι ἐγὼ ἐφ᾽ ὑμᾶς εἰς πονηρά·

37οὕτως εἶπεν Κύριος Ἰδοὺ ἐγὼ δίδωμι τὸν Οὑαφρὴ βασιλέα Αἰγύπτου εἰς χεῖρας ἐχθροῦ αὐτοῦ καὶ εἰς χεῖρας ζητούντων τὴν ψυχὴν αὐτοῦ, καθὰ ἔδωκα τὸν Σεδεκίαν βασιλέα Ἰούδα εἰς χεῖρας Ναβουχοδονοσὸρ βασιλέως Βαβυλῶνος ἐχθροῦ αὐτοῦ καὶ ζητοῦντος τὴν ψυχὴν αὐτοῦ.

38Ὁ λόγος ὃν ἐλάλησεν Ἰερεμίας ὁ προφήτης πρὸς Βαροὺχ υἱὸν Νηρίου, ὃτε ἔγραφεν τοὺς λόγους τούτους ἐν τῷ βιβλίῳ ἀπὸ στόματος Ἰερεμίου, ἐν τῷ ἐνιαυτῷ τῷ τετάρτῳ Ἰωακεὶμ υἱῷ Ἰωσία βασιλέως Ἰούδα.

39Οὕτως εἶπεν Κύριος ἐπὶ σοί, Βαρούχ,

40ὅτι εἶπας Οἴμοι οἴμοι, ὅτι προσέθηκεν Κύριος κόπον ἐπὶ πόνον μοι, ἐκοιμήθην ἐν στεναγμοῖς, ἀνάπαυσιν οὐχ εὗρον·

41εἰπὸν αὐτῷ Οὕτως εἶπεν Κύριος Ἰδοὺ οὓς ἐγὼ ὠκοδόμησα, ἐγὼ καθαιρῶ· καὶ οὓς ἐγὼ ἐφύτευσα, ἐγὼ ἐκτίλλω.

42καὶ σὺ ζητήσεις σεαυτῷ μεγάλα; μὴ ζητήσῃς, ὅτι ἰδοὺ ἐγὼ ἐπάγω κακὰ ἐπὶ πᾶσαν σάρκα, λέγει Κύριος, καὶ δώσω τὴν ψυχήν σου εἰς εὕρεμα ἐν παντὶ τόπῳ οὗ ἐὰν βαδίσῃς ἐκεῖ.

43

44

Instructions for the Exiles

45

46

47

48

49

50

51

52

53

54

55

56

57

58

Jeremiah's Prophecy to Seraiah

59 60 61 62 63 64

LXX-Swete-1930 courtesy of Eliran Wong. [BibleBento.com].

https://github.com/eliranwong/NES-Swete-1930 GNU General Public License v3.0

THE OLD TESTAMENT IN GREEK ACCORDING TO THE SEPTUAGINT edited by HENRY BARCLAY SWETE D.D.
VOL. I - GENESIS–IV KINGS - Fourth Edition, 1909 - Reprinted 1925 VOL. II - I CRONICLES–TOBIT - Third Edition, 1907 VOL. III - HOSEA–IV MACCABEES - Fourth Edition, 1912 - Reprinted 1930
CAMBRIDGE AT THE UNIVERSITY PRESS

Versification has been modified to correspond with modern English texts. Section Headings Courtesy Bible Hub.

Jeremiah 50
Top of Page
Top of Page