Par 

10 Ἀσπάσασθε Ἀπελλῆν τὸν δόκιμον ἐν Χριστῷ Ἀσπάσασθε τοὺς ἐκ τῶν Ἀριστοβούλου

11 Ἀσπάσασθε Ἡρῳδίωνα τὸν συγγενῆ μου Ἀσπάσασθε τοὺς ἐκ τῶν Ναρκίσσου τοὺς ὄντας ἐν Κυρίῳ

12 Ἀσπάσασθε Τρύφαιναν καὶ Τρυφῶσαν τὰς κοπιώσας ἐν Κυρίῳ Ἀσπάσασθε Περσίδα τὴν ἀγαπητήν ἥτις πολλὰ ἐκοπίασεν ἐν Κυρίῳ

13 Ἀσπάσασθε Ῥοῦφον τὸν ἐκλεκτὸν ἐν Κυρίῳ καὶ τὴν μητέρα αὐτοῦ καὶ ἐμοῦ

14 Ἀσπάσασθε Ἀσύνκριτον Φλέγοντα Ἑρμῆν Πατρόβαν Ἑρμᾶν καὶ τοὺς σὺν αὐτοῖς ἀδελφούς

15 Ἀσπάσασθε Φιλόλογον καὶ Ἰουλίαν Νηρέα καὶ τὴν ἀδελφὴν αὐτοῦ καὶ Ὀλυμπᾶν καὶ τοὺς σὺν αὐτοῖς πάντας ἁγίους

16 Ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἁγίῳ Ἀσπάζονται ὑμᾶς αἱ ἐκκλησίαι πᾶσαι τοῦ Χριστοῦ

17 Παρακαλῶ δὲ ὑμᾶς ἀδελφοί σκοπεῖν τοὺς τὰς διχοστασίας καὶ τὰ σκάνδαλα παρὰ τὴν διδαχὴν ἣν ὑμεῖς ἐμάθετε ποιοῦντας καὶ ἐκκλίνετε ἀπ’ αὐτῶν

18 οἱ γὰρ τοιοῦτοι τῷ Κυρίῳ ἡμῶν Χριστῷ οὐ δουλεύουσιν ἀλλὰ τῇ ἑαυτῶν κοιλίᾳ καὶ διὰ τῆς χρηστολογίας καὶ εὐλογίας ἐξαπατῶσιν τὰς καρδίας τῶν ἀκάκων

19 γὰρ ὑμῶν ὑπακοὴ εἰς πάντας ἀφίκετο ἐφ’ ὑμῖν οὖν χαίρω θέλω δὲ ὑμᾶς σοφοὺς (μὲν) εἶναι εἰς τὸ ἀγαθόν ἀκεραίους δὲ εἰς τὸ κακόν

20 δὲ Θεὸς τῆς εἰρήνης συντρίψει τὸν Σατανᾶν ὑπὸ τοὺς πόδας ὑμῶν ἐν τάχει χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ ‹Χριστοῦ› μεθ’ ὑμῶν

21 Ἀσπάζεται ὑμᾶς Τιμόθεος συνεργός μου καὶ Λούκιος καὶ Ἰάσων καὶ Σωσίπατρος οἱ συγγενεῖς μου

22 Ἀσπάζομαι ὑμᾶς ἐγὼ Τέρτιος γράψας τὴν ἐπιστολὴν ἐν Κυρίῳ

23 Ἀσπάζεται ὑμᾶς Γάϊος ξένος μου καὶ ὅλης τῆς ἐκκλησίας Ἀσπάζεται ὑμᾶς Ἔραστος οἰκονόμος τῆς πόλεως καὶ Κούαρτος ἀδελφός

24 ‹Ἡ χάρις τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ πάντων ὑμῶν Ἀμήν›

25 Τῷ δὲ δυναμένῳ ὑμᾶς στηρίξαι κατὰ τὸ εὐαγγέλιόν μου καὶ τὸ κήρυγμα Ἰησοῦ Χριστοῦ κατὰ ἀποκάλυψιν μυστηρίου χρόνοις αἰωνίοις σεσιγημένου

26 φανερωθέντος δὲ νῦν διά τε γραφῶν προφητικῶν κατ’ ἐπιταγὴν τοῦ αἰωνίου Θεοῦ εἰς ὑπακοὴν πίστεως εἰς πάντα τὰ ἔθνη γνωρισθέντος

27 μόνῳ σοφῷ Θεῷ διὰ Ἰησοῦ Χριστοῦ δόξα εἰς τοὺς αἰῶνας 〈τῶν αἰώνων〉 ἀμήν

Romans 16:10-27, Hebrew & Greek Study Bible. Public domain.
Romans 15
Top of Page
Top of Page










Copied