Luke 17:20-37Hebrew & Greek Study Bible Hebrew & Greek Study Bible ▾ AMP · Amplified Bible ASV · American Standard Version BAB · Berean Annotated Bible BLB · Berean Literal Bible BSB · Berean Standard Bible BSB STRONGS · BSB with Strong's CPDV · Catholic Public Domain Version CSB · Christian Standard Bible DRB · Douay-Rheims Bible ERV · English Revised Version ESV · English Standard Version GWT · God's Word Translation HCSB · Holman Christian Standard Bible HCSB STRONGS · HCSB with Strong's ISV · Intl. Standard Version KJV · King James Version KJV STRONGS · KJV with Strong's LSB · Legacy Standard Bible LSV · Literal Standard Version MSB · Majority Standard Bible NABRE · New American Bible Revised NASB · New American Standard Bible NASB77 · New American Standard 1977 NASB95 · New American Standard 1995 NASB95 STRONGS · NASB95 with Strong's NET · New English Translation NHEB · New Heart English Bible NIV · New International Version NKJV · New King James Version NLT · New Living Translation NRSVCE · NRSV Catholic Edition SLT · Smith's Literal Translation STUDY · Hebrew & Greek Study Bible WBT · Webster's Bible Translation WEB · World English Bible YLT · Young's Literal Translation YLT STRONGS · YLT with Strong's Par ▾ 20 Ἐπερωτηθεὶς δὲ ὑπὸ τῶν Φαρισαίων πότε ἔρχεται ἡ βασιλεία τοῦ Θεοῦ ἀπεκρίθη αὐτοῖς καὶ εἶπεν Οὐκ ἔρχεται ἡ βασιλεία τοῦ Θεοῦ μετὰ παρατηρήσεως21 οὐδὲ ἐροῦσιν Ἰδοὺ ὧδε ἤ Ἐκεῖ ἰδοὺ γὰρ ἡ βασιλεία τοῦ Θεοῦ ἐντὸς ὑμῶν ἐστιν22 Εἶπεν δὲ πρὸς τοὺς μαθητάς Ἐλεύσονται ἡμέραι ὅτε ἐπιθυμήσετε μίαν τῶν ἡμερῶν τοῦ Υἱοῦ τοῦ ἀνθρώπου ἰδεῖν καὶ οὐκ ὄψεσθε23 καὶ ἐροῦσιν ὑμῖν Ἰδοὺ ἐκεῖ [ἤ] Ἰδοὺ ὧδε μὴ ἀπέλθητε μηδὲ διώξητε24 ὥσπερ γὰρ ἡ ἀστραπὴ ἀστράπτουσα ἐκ τῆς ὑπὸ τὸν οὐρανὸν εἰς τὴν ὑπ’ οὐρανὸν λάμπει οὕτως ἔσται ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ ἡμέρᾳ αὐτοῦ25 πρῶτον δὲ δεῖ αὐτὸν πολλὰ παθεῖν καὶ ἀποδοκιμασθῆναι ἀπὸ τῆς γενεᾶς ταύτης26 Καὶ καθὼς ἐγένετο ἐν ταῖς ἡμέραις Νῶε οὕτως ἔσται καὶ ἐν ταῖς ἡμέραις τοῦ Υἱοῦ τοῦ ἀνθρώπου27 ἤσθιον ἔπινον ἐγάμουν ἐγαμίζοντο ἄχρι ἧς ἡμέρας εἰσῆλθεν Νῶε εἰς τὴν κιβωτόν καὶ ἦλθεν ὁ κατακλυσμὸς καὶ ἀπώλεσεν πάντας28 Ὁμοίως καθὼς ἐγένετο ἐν ταῖς ἡμέραις Λώτ ἤσθιον ἔπινον ἠγόραζον ἐπώλουν ἐφύτευον ᾠκοδόμουν29 ᾗ δὲ ἡμέρᾳ ἐξῆλθεν Λὼτ ἀπὸ Σοδόμων ἔβρεξεν πῦρ καὶ θεῖον ἀπ’ οὐρανοῦ καὶ ἀπώλεσεν πάντας30 Κατὰ τὰ αὐτὰ ἔσται ᾗ ἡμέρᾳ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἀποκαλύπτεται31 ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ὃς ἔσται ἐπὶ τοῦ δώματος καὶ τὰ σκεύη αὐτοῦ ἐν τῇ οἰκίᾳ μὴ καταβάτω ἆραι αὐτά καὶ ὁ ἐν ἀγρῷ ὁμοίως μὴ ἐπιστρεψάτω εἰς τὰ ὀπίσω32 μνημονεύετε τῆς γυναικὸς Λώτ33 ὃς ἐὰν ζητήσῃ τὴν ψυχὴν αὐτοῦ περιποιήσασθαι ἀπολέσει αὐτήν ὃς δ’* ἂν ἀπολέσῃ* ζωογονήσει αὐτήν34 λέγω ὑμῖν ταύτῃ τῇ νυκτὶ ἔσονται δύο ἐπὶ κλίνης μιᾶς ὁ εἷς παραλημφθήσεται καὶ ὁ ἕτερος ἀφεθήσεται35 ἔσονται δύο ἀλήθουσαι ἐπὶ τὸ αὐτό ἡ μία παραλημφθήσεται ἡ δὲ ἑτέρα ἀφεθήσεται36 {δύο ἔσονται ἐν τῷ ἀγρῷ ὁ εἷς παραληφθήσεται καὶ ὁ ἕτερος ἀφεθήσεται}37 Καὶ ἀποκριθέντες λέγουσιν αὐτῷ Ποῦ Κύριε Ὁ δὲ εἶπεν αὐτοῖς Ὅπου τὸ σῶμα ἐκεῖ καὶ οἱ ἀετοὶ ἐπισυναχθήσονται ← Show Verses 1 - 19 Full chapter Parallel translations Study & commentary Cross-references Luke 17:20-37, Hebrew & Greek Study Bible. Public domain.