Par ▾

8 ἐγγίσατε τῷ Θεῷ καὶ ἐγγιεῖ* ὑμῖν καθαρίσατε χεῖρας ἁμαρτωλοί καὶ ἁγνίσατε καρδίας δίψυχοι

9 ταλαιπωρήσατε καὶ πενθήσατε καὶ κλαύσατε ὁ γέλως ὑμῶν εἰς πένθος μετατραπήτω καὶ ἡ χαρὰ εἰς κατήφειαν

10 ταπεινώθητε ἐνώπιον Κυρίου καὶ ὑψώσει ὑμᾶς

11 Μὴ καταλαλεῖτε ἀλλήλων ἀδελφοί ὁ καταλαλῶν ἀδελφοῦ ἢ κρίνων τὸν ἀδελφὸν αὐτοῦ καταλαλεῖ νόμου καὶ κρίνει νόμον εἰ δὲ νόμον κρίνεις οὐκ εἶ ποιητὴς νόμου ἀλλὰ κριτής

12 εἷς ἐστιν [ὁ] νομοθέτης καὶ κριτής ὁ δυνάμενος σῶσαι καὶ ἀπολέσαι σὺ δὲ τίς εἶ ὁ κρίνων τὸν πλησίον

13 Ἄγε νῦν οἱ λέγοντες Σήμερον ἢ αὔριον πορευσόμεθα εἰς τήνδε τὴν πόλιν καὶ ποιήσομεν ἐκεῖ ἐνιαυτὸν καὶ ἐμπορευσόμεθα καὶ κερδήσομεν

14 οἵτινες οὐκ ἐπίστασθε ‹τὸ› τῆς αὔριον ποία ἡ ζωὴ ὑμῶν ἀτμὶς γάρ ἐστε ἡ πρὸς ὀλίγον φαινομένη ἔπειτα καὶ ἀφανιζομένη

15 Ἀντὶ τοῦ λέγειν ὑμᾶς Ἐὰν ὁ Κύριος θελήσῃ καὶ ζήσομεν καὶ ποιήσομεν τοῦτο ἢ ἐκεῖνο

16 νῦν δὲ καυχᾶσθε ἐν ταῖς ἀλαζονείαις* ὑμῶν πᾶσα καύχησις τοιαύτη πονηρά ἐστιν

17 εἰδότι οὖν καλὸν ποιεῖν καὶ μὴ ποιοῦντι ἁμαρτία αὐτῷ ἐστιν

James 4:8-17, Hebrew & Greek Study Bible. Public domain.
James 3
Top of Page
Top of Page










Copied