Par 

10 ἕκαστος καθὼς ἔλαβεν χάρισμα εἰς ἑαυτοὺς αὐτὸ διακονοῦντες ὡς καλοὶ οἰκονόμοι ποικίλης χάριτος Θεοῦ

11 εἴ τις λαλεῖ ὡς λόγια Θεοῦ εἴ τις διακονεῖ ὡς ἐξ ἰσχύος ἧς χορηγεῖ Θεός ἵνα ἐν πᾶσιν δοξάζηται Θεὸς διὰ Ἰησοῦ Χριστοῦ ἐστιν δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων ἀμήν

12 Ἀγαπητοί μὴ ξενίζεσθε τῇ ἐν ὑμῖν πυρώσει πρὸς πειρασμὸν ὑμῖν γινομένῃ ὡς ξένου ὑμῖν συμβαίνοντος

13 ἀλλὰ καθὸ κοινωνεῖτε τοῖς τοῦ Χριστοῦ παθήμασιν χαίρετε ἵνα καὶ ἐν τῇ ἀποκαλύψει τῆς δόξης αὐτοῦ χαρῆτε ἀγαλλιώμενοι

14 Εἰ ὀνειδίζεσθε ἐν ὀνόματι Χριστοῦ μακάριοι ὅτι τὸ τῆς δόξης καὶ τὸ τοῦ Θεοῦ Πνεῦμα ἐφ’ ὑμᾶς ἀναπαύεται ⧼κατὰ μὲν αὐτοὺς βλασφημεῖται κατὰ δὲ ὑμᾶς δοξάζεται⧽

15 μὴ γάρ τις ὑμῶν πασχέτω ὡς φονεὺς κλέπτης κακοποιὸς ὡς ἀλλοτριεπίσκοπος

16 εἰ δὲ ὡς Χριστιανός μὴ αἰσχυνέσθω δοξαζέτω δὲ τὸν Θεὸν ἐν τῷ ὀνόματι τούτῳ

17 ὅτι καιρὸς τοῦ ἄρξασθαι τὸ κρίμα ἀπὸ τοῦ οἴκου τοῦ Θεοῦ εἰ δὲ πρῶτον ἀφ’ ἡμῶν τί τὸ τέλος τῶν ἀπειθούντων τῷ τοῦ Θεοῦ εὐαγγελίῳ

18 καὶ Εἰ δίκαιος μόλις σώζεται (δὲ) ἀσεβὴς καὶ ἁμαρτωλὸς ποῦ φανεῖται

19 Ὥστε καὶ οἱ πάσχοντες κατὰ τὸ θέλημα τοῦ Θεοῦ πιστῷ Κτίστῃ παρατιθέσθωσαν τὰς ψυχὰς αὐτῶν ἐν ἀγαθοποιΐᾳ

1 Peter 4:10-19, Hebrew & Greek Study Bible. Public domain.
1 Peter 3
Top of Page
Top of Page










Copied