Par 

16 Τὸ ποτήριον τῆς εὐλογίας εὐλογοῦμεν οὐχὶ κοινωνία ἐστὶν τοῦ αἵματος τοῦ Χριστοῦ τὸν ἄρτον ὃν κλῶμεν οὐχὶ κοινωνία τοῦ σώματος τοῦ Χριστοῦ ἐστιν

17 ὅτι εἷς ἄρτος ἓν σῶμα οἱ πολλοί ἐσμεν οἱ γὰρ πάντες ἐκ τοῦ ἑνὸς ἄρτου μετέχομεν

18 βλέπετε τὸν Ἰσραὴλ κατὰ σάρκα οὐχ οἱ ἐσθίοντες τὰς θυσίας κοινωνοὶ τοῦ θυσιαστηρίου εἰσίν

19 Τί οὖν φημι ὅτι εἰδωλόθυτόν τί ἐστιν ὅτι εἴδωλόν τί ἐστιν

20 ἀλλ’ ὅτι θύουσιν (τὰ ἔθνη) δαιμονίοις καὶ οὐ Θεῷ θύουσιν οὐ θέλω δὲ ὑμᾶς κοινωνοὺς τῶν δαιμονίων γίνεσθαι

21 οὐ δύνασθε ποτήριον Κυρίου πίνειν καὶ ποτήριον δαιμονίων οὐ δύνασθε τραπέζης Κυρίου μετέχειν καὶ τραπέζης δαιμονίων

22 παραζηλοῦμεν τὸν Κύριον μὴ ἰσχυρότεροι αὐτοῦ ἐσμεν

23 Πάντα ἔξεστιν ἀλλ’ οὐ πάντα συμφέρει Πάντα ἔξεστιν ἀλλ’ οὐ πάντα οἰκοδομεῖ

24 μηδεὶς τὸ ἑαυτοῦ ζητείτω ἀλλὰ τὸ τοῦ ἑτέρου

25 Πᾶν τὸ ἐν μακέλλῳ πωλούμενον ἐσθίετε μηδὲν ἀνακρίνοντες διὰ τὴν συνείδησιν

26 Τοῦ Κυρίου γὰρ γῆ καὶ τὸ πλήρωμα αὐτῆς

27 Εἴ τις καλεῖ ὑμᾶς τῶν ἀπίστων καὶ θέλετε πορεύεσθαι πᾶν τὸ παρατιθέμενον ὑμῖν ἐσθίετε μηδὲν ἀνακρίνοντες διὰ τὴν συνείδησιν

28 ἐὰν δέ τις ὑμῖν εἴπῃ Τοῦτο ἱερόθυτόν ἐστιν μὴ ἐσθίετε δι’ ἐκεῖνον τὸν μηνύσαντα καὶ τὴν συνείδησιν ⧼Tοῦ γὰρ κυρίου γῆ καὶ τὸ πλήρωμα αὐτῆς⧽

29 συνείδησιν δὲ λέγω οὐχὶ τὴν ἑαυτοῦ ἀλλὰ τὴν τοῦ ἑτέρου ἵνα‿ τί γὰρ ἐλευθερία μου κρίνεται ὑπὸ ἄλλης συνειδήσεως

30 εἰ ἐγὼ χάριτι μετέχω τί βλασφημοῦμαι ὑπὲρ οὗ ἐγὼ εὐχαριστῶ

31 Εἴτε οὖν ἐσθίετε εἴτε πίνετε εἴτε τι ποιεῖτε πάντα εἰς δόξαν Θεοῦ ποιεῖτε

32 ἀπρόσκοποι καὶ Ἰουδαίοις γίνεσθε καὶ Ἕλλησιν καὶ τῇ ἐκκλησίᾳ τοῦ Θεοῦ

33 καθὼς κἀγὼ πάντα πᾶσιν ἀρέσκω μὴ ζητῶν τὸ ἐμαυτοῦ σύμφορον ἀλλὰ τὸ τῶν πολλῶν ἵνα σωθῶσιν

1 Corinthians 10:16-33, Hebrew & Greek Study Bible. Public domain.
1 Corinthians 9
Top of Page
Top of Page










Copied