1 Ὑπομίμνῃσκε αὐτοὺς ἀρχαῖς ἐξουσίαις ὑποτάσσεσθαι πειθαρχεῖν πρὸς πᾶν ἔργον ἀγαθὸν ἑτοίμους εἶναι

2 μηδένα βλασφημεῖν ἀμάχους εἶναι ἐπιεικεῖς πᾶσαν ἐνδεικνυμένους πραΰτητα πρὸς πάντας ἀνθρώπους

3 Ἦμεν γάρ ποτε καὶ ἡμεῖς ἀνόητοι ἀπειθεῖς πλανώμενοι δουλεύοντες ἐπιθυμίαις καὶ ἡδοναῖς ποικίλαις ἐν κακίᾳ καὶ φθόνῳ διάγοντες στυγητοί μισοῦντες ἀλλήλους

4 Ὅτε δὲ χρηστότης καὶ φιλανθρωπία ἐπεφάνη τοῦ Σωτῆρος ἡμῶν Θεοῦ

5 οὐκ ἐξ ἔργων τῶν ἐν δικαιοσύνῃ ἐποιήσαμεν ἡμεῖς ἀλλὰ κατὰ τὸ αὐτοῦ ἔλεος ἔσωσεν ἡμᾶς διὰ λουτροῦ παλινγενεσίας καὶ ἀνακαινώσεως Πνεύματος Ἁγίου

6 οὗ ἐξέχεεν ἐφ’ ἡμᾶς πλουσίως διὰ Ἰησοῦ Χριστοῦ τοῦ Σωτῆρος ἡμῶν

7 ἵνα δικαιωθέντες τῇ ἐκείνου χάριτι κληρονόμοι γενηθῶμεν κατ’ ἐλπίδα ζωῆς αἰωνίου

8 Πιστὸς λόγος καὶ περὶ τούτων βούλομαί σε διαβεβαιοῦσθαι ἵνα φροντίζωσιν καλῶν ἔργων προΐστασθαι οἱ πεπιστευκότες Θεῷ ταῦτά ἐστιν καλὰ καὶ ὠφέλιμα τοῖς ἀνθρώποις

9 Μωρὰς δὲ ζητήσεις καὶ γενεαλογίας καὶ ἔρεις* καὶ μάχας νομικὰς περιΐστασο εἰσὶν γὰρ ἀνωφελεῖς καὶ μάταιοι

10 αἱρετικὸν ἄνθρωπον μετὰ μίαν καὶ δευτέραν νουθεσίαν παραιτοῦ

11 εἰδὼς ὅτι ἐξέστραπται τοιοῦτος καὶ ἁμαρτάνει ὢν αὐτοκατάκριτος

Titus 3:1-11, Hebrew & Greek Study Bible. Public domain.
Titus 2
Top of Page
Top of Page
Copied