1 Καὶ ὅτε ἤγγισαν εἰς Ἱεροσόλυμα καὶ ἦλθον εἰς Βηθφαγὴ εἰς τὸ ὄρος τῶν Ἐλαιῶν τότε Ἰησοῦς ἀπέστειλεν δύο μαθητὰς

2 λέγων αὐτοῖς Πορεύεσθε εἰς τὴν κώμην τὴν κατέναντι ὑμῶν καὶ εὐθέως* εὑρήσετε ὄνον δεδεμένην καὶ πῶλον μετ’ αὐτῆς λύσαντες ἀγάγετέ μοι

3 καὶ ἐάν τις ὑμῖν εἴπῃ τι ἐρεῖτε ὅτι Κύριος αὐτῶν χρείαν ἔχει εὐθὺς δὲ ἀποστελεῖ αὐτούς

4 Τοῦτο δὲ γέγονεν ἵνα πληρωθῇ τὸ ῥηθὲν διὰ τοῦ προφήτου λέγοντος

5 Εἴπατε τῇ θυγατρὶ Σιών Ἰδοὺ Βασιλεύς σου ἔρχεταί σοι πραῢς καὶ ἐπιβεβηκὼς ἐπὶ ὄνον καὶ ἐπὶ πῶλον υἱὸν ὑποζυγίου

6 Πορευθέντες δὲ οἱ μαθηταὶ καὶ ποιήσαντες καθὼς συνέταξεν αὐτοῖς Ἰησοῦς

7 ἤγαγον τὴν ὄνον καὶ τὸν πῶλον καὶ ἐπέθηκαν ἐπ’ αὐτῶν τὰ ἱμάτια καὶ ἐπεκάθισεν ἐπάνω αὐτῶν

8 δὲ πλεῖστος ὄχλος ἔστρωσαν ἑαυτῶν τὰ ἱμάτια ἐν τῇ ὁδῷ ἄλλοι δὲ ἔκοπτον κλάδους ἀπὸ τῶν δένδρων καὶ ἐστρώννυον ἐν τῇ ὁδῷ

9 Οἱ δὲ ὄχλοι οἱ προάγοντες αὐτὸν καὶ οἱ ἀκολουθοῦντες ἔκραζον λέγοντες Ὡσαννὰ τῷ υἱῷ Δαυίδ Εὐλογημένος ἐρχόμενος ἐν ὀνόματι Κυρίου Ὡσαννὰ ἐν τοῖς ὑψίστοις

Matthew 21:1-9, Hebrew & Greek Study Bible. Public domain.
Matthew 20
Top of Page
Top of Page
Copied