Par ▾

1 Οὕτως ἡμᾶς λογιζέσθω ἄνθρωπος ὡς ὑπηρέτας Χριστοῦ καὶ οἰκονόμους μυστηρίων Θεοῦ

2 ὧδε λοιπὸν ζητεῖται ἐν τοῖς οἰκονόμοις ἵνα πιστός τις εὑρεθῇ

3 Ἐμοὶ δὲ εἰς ἐλάχιστόν ἐστιν ἵνα ὑφ’ ὑμῶν ἀνακριθῶ ἢ ὑπὸ ἀνθρωπίνης ἡμέρας ἀλλ’ οὐδὲ ἐμαυτὸν ἀνακρίνω

4 οὐδὲν γὰρ ἐμαυτῷ σύνοιδα ἀλλ’ οὐκ ἐν τούτῳ δεδικαίωμαι ὁ δὲ ἀνακρίνων με Κύριός ἐστιν

5 Ὥστε μὴ πρὸ καιροῦ τι κρίνετε ἕως ἂν ἔλθῃ ὁ Κύριος ὃς καὶ φωτίσει τὰ κρυπτὰ τοῦ σκότους καὶ φανερώσει τὰς βουλὰς τῶν καρδιῶν καὶ τότε ὁ ἔπαινος γενήσεται ἑκάστῳ ἀπὸ τοῦ Θεοῦ

6 Ταῦτα δέ ἀδελφοί μετεσχημάτισα εἰς ἐμαυτὸν καὶ Ἀπολλῶν δι’ ὑμᾶς ἵνα ἐν ἡμῖν μάθητε τό Μὴ ὑπὲρ ἃ γέγραπται ἵνα μὴ εἷς ὑπὲρ τοῦ ἑνὸς φυσιοῦσθε κατὰ τοῦ ἑτέρου

7 τίς γάρ σε διακρίνει τί δὲ ἔχεις ὃ οὐκ ἔλαβες εἰ δὲ καὶ ἔλαβες τί καυχᾶσαι ὡς μὴ λαβών

1 Corinthians 4:1-7, Hebrew & Greek Study Bible. Public domain.
1 Corinthians 3
Top of Page
Top of Page










Copied