1 Corinthians 1:1-27Hebrew & Greek Study Bible Hebrew & Greek Study Bible ▾ AKJV · American King James Version AMP · Amplified Bible ANDERSON · Anderson New Testament ASV · American Standard Version BAB · Berean Annotated Bible BISHOPS · Bishops' Bible of 1568 BLB · Berean Literal Bible BSB · Berean Standard Bible BSB STRONGS · BSB with Strong's COVERDALE · Coverdale Bible of 1535 CPDV · Catholic Public Domain Version CSB · Christian Standard Bible DBT · Darby Bible Translation DRB · Douay-Rheims Bible ERV · English Revised Version ESV · English Standard Version GENEVA · Geneva Bible of 1587 GODBEY · Godbey New Testament GWT · God's Word Translation HAWEIS · Haweis New Testament HCSB · Holman Christian Standard Bible HCSB STRONGS · HCSB with Strong's ISV · Intl. Standard Version KJV · King James Version KJV STRONGS · KJV with Strong's LAMSA · Lamsa Bible LSB · Legacy Standard Bible LSV · Literal Standard Version MACE · Mace New Testament MSB · Majority Standard Bible NABRE · New American Bible Revised NASB · New American Standard Bible NASB77 · New American Standard 1977 NASB95 · New American Standard 1995 NASB95 STRONGS · NASB95 with Strong's NET · New English Translation NHEB · New Heart English Bible NIV · New International Version NKJV · New King James Version NLT · New Living Translation NRSVCE · NRSV Catholic Edition SLT · Smith's Literal Translation TYNDALE · Tyndale Bible of 1526 WBT · Webster's Bible Translation WEB · World English Bible WEY · Weymouth New Testament WORRELL · Worrell New Testament WORSLEY · Worsley New Testament YLT · Young's Literal Translation YLT STRONGS · YLT with Strong's Par ▾ 1 Παῦλος κλητὸς ἀπόστολος Χριστοῦ Ἰησοῦ διὰ θελήματος Θεοῦ καὶ Σωσθένης ὁ ἀδελφὸς 2 Τῇ ἐκκλησίᾳ τοῦ Θεοῦ «τῇ οὔσῃ ἐν Κορίνθῳ» «ἡγιασμένοις ἐν Χριστῷ Ἰησοῦ» κλητοῖς ἁγίοις σὺν πᾶσιν τοῖς ἐπικαλουμένοις τὸ ὄνομα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐν παντὶ τόπῳ αὐτῶν καὶ ἡμῶν 3 Χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ 4 Εὐχαριστῶ τῷ Θεῷ ‹μου› πάντοτε περὶ ὑμῶν ἐπὶ τῇ χάριτι τοῦ Θεοῦ τῇ δοθείσῃ ὑμῖν ἐν Χριστῷ Ἰησοῦ 5 ὅτι ἐν παντὶ ἐπλουτίσθητε ἐν αὐτῷ ἐν παντὶ λόγῳ καὶ πάσῃ γνώσει 6 καθὼς τὸ μαρτύριον τοῦ Χριστοῦ ἐβεβαιώθη ἐν ὑμῖν 7 ὥστε ὑμᾶς μὴ ὑστερεῖσθαι ἐν μηδενὶ χαρίσματι ἀπεκδεχομένους τὴν ἀποκάλυψιν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ 8 ὃς καὶ βεβαιώσει ὑμᾶς ἕως τέλους ἀνεγκλήτους ἐν τῇ ἡμέρᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ 9 πιστὸς ὁ Θεὸς δι’ οὗ ἐκλήθητε εἰς κοινωνίαν τοῦ Υἱοῦ αὐτοῦ Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν 10 Παρακαλῶ δὲ ὑμᾶς ἀδελφοί διὰ τοῦ ὀνόματος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἵνα τὸ αὐτὸ λέγητε πάντες καὶ μὴ ᾖ ἐν ὑμῖν σχίσματα ἦτε δὲ κατηρτισμένοι ἐν τῷ αὐτῷ νοῒ καὶ ἐν τῇ αὐτῇ γνώμῃ 11 ἐδηλώθη γάρ μοι περὶ ὑμῶν ἀδελφοί μου ὑπὸ τῶν Χλόης ὅτι ἔριδες ἐν ὑμῖν εἰσιν 12 λέγω δὲ τοῦτο ὅτι ἕκαστος ὑμῶν λέγει Ἐγὼ μέν εἰμι Παύλου Ἐγὼ δὲ Ἀπολλῶ Ἐγὼ δὲ Κηφᾶ Ἐγὼ δὲ Χριστοῦ 13 Μεμέρισται ὁ Χριστός μὴ Παῦλος ἐσταυρώθη ὑπὲρ ὑμῶν ἢ εἰς τὸ ὄνομα Παύλου ἐβαπτίσθητε 14 εὐχαριστῶ [τῷ θεῷ] ὅτι οὐδένα ὑμῶν ἐβάπτισα εἰ μὴ Κρίσπον καὶ Γάϊον 15 ἵνα μή τις εἴπῃ ὅτι εἰς τὸ ἐμὸν ὄνομα ἐβαπτίσθητε 16 ἐβάπτισα δὲ καὶ τὸν Στεφανᾶ οἶκον λοιπὸν οὐκ οἶδα εἴ τινα ἄλλον ἐβάπτισα 17 οὐ γὰρ ἀπέστειλέν με Χριστὸς βαπτίζειν ἀλλὰ εὐαγγελίζεσθαι οὐκ ἐν σοφίᾳ λόγου ἵνα μὴ κενωθῇ ὁ σταυρὸς τοῦ Χριστοῦ 18 Ὁ λόγος γὰρ ὁ τοῦ σταυροῦ τοῖς μὲν ἀπολλυμένοις μωρία ἐστίν τοῖς δὲ σῳζομένοις ἡμῖν δύναμις Θεοῦ ἐστιν 19 γέγραπται γάρ Ἀπολῶ τὴν σοφίαν τῶν σοφῶν καὶ τὴν σύνεσιν τῶν συνετῶν ἀθετήσω 20 Ποῦ σοφός ποῦ γραμματεύς ποῦ συζητητὴς τοῦ αἰῶνος τούτου οὐχὶ ἐμώρανεν ὁ Θεὸς τὴν σοφίαν τοῦ κόσμου 21 ἐπειδὴ γὰρ ἐν τῇ σοφίᾳ τοῦ Θεοῦ οὐκ ἔγνω ὁ κόσμος διὰ τῆς σοφίας τὸν Θεόν εὐδόκησεν ὁ Θεὸς διὰ τῆς μωρίας τοῦ κηρύγματος σῶσαι τοὺς πιστεύοντας 22 Ἐπειδὴ καὶ Ἰουδαῖοι σημεῖα αἰτοῦσιν καὶ Ἕλληνες σοφίαν ζητοῦσιν 23 ἡμεῖς δὲ κηρύσσομεν Χριστὸν ἐσταυρωμένον Ἰουδαίοις μὲν σκάνδαλον ἔθνεσιν δὲ μωρίαν 24 αὐτοῖς δὲ τοῖς κλητοῖς Ἰουδαίοις τε καὶ Ἕλλησιν Χριστὸν Θεοῦ δύναμιν καὶ Θεοῦ σοφίαν 25 Ὅτι τὸ μωρὸν τοῦ Θεοῦ σοφώτερον τῶν ἀνθρώπων ἐστίν καὶ τὸ ἀσθενὲς τοῦ Θεοῦ ἰσχυρότερον τῶν ἀνθρώπων 26 Βλέπετε γὰρ τὴν κλῆσιν ὑμῶν ἀδελφοί ὅτι οὐ πολλοὶ σοφοὶ κατὰ σάρκα οὐ πολλοὶ δυνατοί οὐ πολλοὶ εὐγενεῖς 27 ἀλλὰ τὰ μωρὰ τοῦ κόσμου ἐξελέξατο ὁ Θεός ἵνα καταισχύνῃ τοὺς σοφούς καὶ τὰ ἀσθενῆ τοῦ κόσμου ἐξελέξατο ὁ Θεός ἵνα καταισχύνῃ τὰ ἰσχυρά Full chapter Show Verses 28 - 31 → Parallel translations Study & commentary Cross-references 1 Corinthians 1:1-27, Hebrew & Greek Study Bible. Public domain.