Romans 14
Study Bible PAR ▾ 
Do Not Judge Your Brother

Τὸν δὲ ἀσθενοῦντα τῇ πίστει προσλαμβάνεσθε μὴ εἰς διακρίσεις διαλογισμῶν ὃς μὲν πιστεύει φαγεῖν πάντα δὲ ἀσθενῶν λάχανα ἐσθίει ἐσθίων τὸν μὴ ἐσθίοντα μὴ ἐξουθενείτω δὲ μὴ ἐσθίων τὸν ἐσθίοντα μὴ κρινέτω Θεὸς γὰρ αὐτὸν προσελάβετο σὺ τίς εἶ κρίνων ἀλλότριον οἰκέτην τῷ ἰδίῳ κυρίῳ στήκει πίπτει σταθήσεται δέ δυνατεῖ γὰρ Κύριος στῆσαι αὐτόν

Ὃς μὲν γὰρ κρίνει ἡμέραν παρ’ ἡμέραν ὃς δὲ κρίνει πᾶσαν ἡμέραν ἕκαστος ἐν τῷ ἰδίῳ νοῒ πληροφορείσθω φρονῶν τὴν ἡμέραν Κυρίῳ φρονεῖ ⧼καὶ μὴ φρονῶν τὴν ἡμέραν κυρίῳ οὐ φρονεῖ⧽ ἐσθίων Κυρίῳ ἐσθίει εὐχαριστεῖ γὰρ τῷ Θεῷ καὶ μὴ ἐσθίων Κυρίῳ οὐκ ἐσθίει καὶ εὐχαριστεῖ τῷ Θεῷ Οὐδεὶς γὰρ ἡμῶν ἑαυτῷ ζῇ καὶ οὐδεὶς ἑαυτῷ ἀποθνῄσκει ἐάν τε γὰρ ζῶμεν τῷ Κυρίῳ ζῶμεν ἐάν τε ἀποθνήσκωμεν τῷ Κυρίῳ ἀποθνήσκομεν ἐάν τε οὖν ζῶμεν ἐάν τε ἀποθνήσκωμεν τοῦ Κυρίου ἐσμέν εἰς τοῦτο γὰρ Χριστὸς ἀπέθανεν καὶ ἔζησεν ἵνα καὶ νεκρῶν καὶ ζώντων κυριεύσῃ

10 Σὺ δὲ τί κρίνεις τὸν ἀδελφόν σου καὶ σὺ τί ἐξουθενεῖς τὸν ἀδελφόν σου πάντες γὰρ παραστησόμεθα τῷ βήματι τοῦ Θεοῦ

11 γέγραπται γάρ Ζῶ ἐγώ λέγει Κύριος ὅτι ἐμοὶ κάμψει πᾶν γόνυ καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται τῷ Θεῷ

12 Ἄρα οὖν ἕκαστος ἡμῶν περὶ ἑαυτοῦ λόγον δώσει τῷ Θεῷ

Do Not Cause Your Brother to Stumble

13 Μηκέτι οὖν ἀλλήλους κρίνωμεν ἀλλὰ τοῦτο κρίνατε μᾶλλον τὸ μὴ τιθέναι πρόσκομμα τῷ ἀδελφῷ σκάνδαλον 14 Οἶδα καὶ πέπεισμαι ἐν Κυρίῳ Ἰησοῦ ὅτι οὐδὲν κοινὸν δι’ ἑαυτοῦ εἰ μὴ τῷ λογιζομένῳ τι κοινὸν εἶναι ἐκείνῳ κοινόν 15 εἰ γὰρ διὰ βρῶμα ἀδελφός σου λυπεῖται οὐκέτι κατὰ ἀγάπην περιπατεῖς μὴ τῷ βρώματί σου ἐκεῖνον ἀπόλλυε ὑπὲρ οὗ Χριστὸς ἀπέθανεν 16 Μὴ βλασφημείσθω οὖν ὑμῶν τὸ ἀγαθόν 17 οὐ γάρ ἐστιν βασιλεία τοῦ Θεοῦ βρῶσις καὶ πόσις ἀλλὰ δικαιοσύνη καὶ εἰρήνη καὶ χαρὰ ἐν Πνεύματι Ἁγίῳ 18  γὰρ ἐν τούτῳ δουλεύων τῷ Χριστῷ εὐάρεστος τῷ Θεῷ καὶ δόκιμος τοῖς ἀνθρώποις 19 Ἄρα οὖν τὰ τῆς εἰρήνης διώκωμεν* καὶ τὰ τῆς οἰκοδομῆς τῆς εἰς ἀλλήλους 20 μὴ ἕνεκεν βρώματος κατάλυε τὸ ἔργον τοῦ Θεοῦ πάντα μὲν καθαρά ἀλλὰ κακὸν τῷ ἀνθρώπῳ τῷ διὰ προσκόμματος ἐσθίοντι 21 καλὸν τὸ μὴ φαγεῖν κρέα μηδὲ πιεῖν οἶνον μηδὲ ἐν ἀδελφός σου προσκόπτει ‹ἢ σκανδαλίζεται ἀσθενεῖ› 22 Σὺ πίστιν ἣν ἔχεις κατὰ σεαυτὸν ἔχε ἐνώπιον τοῦ Θεοῦ μακάριος μὴ κρίνων ἑαυτὸν ἐν δοκιμάζει 23  δὲ διακρινόμενος ἐὰν φάγῃ κατακέκριται ὅτι οὐκ ἐκ πίστεως πᾶν δὲ οὐκ ἐκ πίστεως ἁμαρτία ἐστίν

Study Bible by Bible Hub in cooperation with Helps Ministries. For comparative study, where possible, chapter and verse numbers are mapped to the traditional convention used by modern English texts.

Section Headings Courtesy INT Bible © 2012, Used by Permission

Bible Hub


Romans 13
Top of Page
Top of Page